Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Vangeli - Luca - 24

Luca

NT greco Torna al libro

AT greco

NT greco 24 24,1τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ⸂ἐπὶ τὸ μνῆμα ἦλθον⸃ φέρουσαι ἃ ἡτοίμασαν ⸀ἀρώματα.
NT greco 24,2εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
NT greco 24,3⸂εἰσελθοῦσαι δὲ⸃ οὐχ εὗρον τὸ ⸀σῶμα.
NT greco 24,4καὶ ἐγένετο ἐν τῷ ⸀ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ⸂ἐσθῆτι ἀστραπτούσῃ⸃.
NT greco 24,5ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν ⸂τὰ πρόσωπα⸃ εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
NT greco 24,6⸂οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
NT greco 24,7λέγων ⸂τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ⸃ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
NT greco 24,8καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
NT greco 24,9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
NT greco 24,10ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ⸀ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ⸀ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
NT greco 24,11καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ⸀ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
NT greco 24,12⸂Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ⸀ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς ⸀αὑτὸν θαυμάζων τὸ γεγονός.⸃
NT greco 24,13Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ⸂ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι⸃ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς,
NT greco 24,14καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
NT greco 24,15καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ ⸀αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς,
NT greco 24,16οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
NT greco 24,17εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ⸀ἐστάθησαν σκυθρωποί.
NT greco 24,18ἀποκριθεὶς δὲ ⸂εἷς ὀνόματι⸃ Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
NT greco 24,19καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ ⸀Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
NT greco 24,20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
NT greco 24,21ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε ⸀καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ⸀ἄγει ἀφ’ οὗ ταῦτα ἐγένετο.
NT greco 24,22ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ⸀ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον
NT greco 24,23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
NT greco 24,24καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς ⸀καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
NT greco 24,25καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
NT greco 24,26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
NT greco 24,27καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ⸀διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸀ἑαυτοῦ.
NT greco 24,28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς ⸀προσεποιήσατο ⸀πορρώτερον πορεύεσθαι.
NT greco 24,29καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ⸀ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
NT greco 24,30καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς·
NT greco 24,31αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν.
NT greco 24,32καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ⸂ἐν ἡμῖν⸃ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸀ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
NT greco 24,33καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ⸀ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
NT greco 24,34λέγοντας ὅτι ⸂ὄντως ἠγέρθη ὁ κύριος⸃ καὶ ὤφθη Σίμωνι.
NT greco 24,35καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
NT greco 24,36Ταῦτα δὲ αὐτῶν λαλούντων ⸀αὐτὸς ἔστη ἐν μέσῳ ⸀αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
NT greco 24,37πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
NT greco 24,38καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂τῇ καρδίᾳ⸃ ὑμῶν;
NT greco 24,39ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ⸂ἐγώ εἰμι αὐτός⸃· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
NT greco 24,40⸂[καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃
NT greco 24,41ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε;
NT greco 24,42οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ ⸀μέρος·
NT greco 24,43καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
NT greco 24,44Εἶπεν δὲ ⸂πρὸς αὐτούς⸃· Οὗτοι οἱ λόγοι ⸀μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
NT greco 24,45τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς,
NT greco 24,46καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως ⸀γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
NT greco 24,47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸀καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη — ⸀ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ·
NT greco 24,48ὑμεῖς ⸀ἐστε μάρτυρες τούτων.
NT greco 24,49καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ ⸀πόλει ἕως οὗ ἐνδύσησθε ⸂ἐξ ὕψους δύναμιν⸃.
NT greco 24,50Ἐξήγαγεν δὲ αὐτοὺς ⸀ἕως ⸀πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
NT greco 24,51καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν ⸂[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]⸃.
NT greco 24,52καὶ αὐτοὶ ⸂[προσκυνήσαντες αὐτὸν]⸃ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
NT greco 24,53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ ⸀εὐλογοῦντες τὸν ⸀θεόν.