Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Vangeli - Marco - 13

Marco

NT greco Torna al libro

AT greco

NT greco 13 13,1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
NT greco καὶ ὁ ⸀Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ⸀ὧδε λίθος ἐπὶ ⸀λίθον ὃς οὐ μὴ καταλυθῇ.
13,2 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP • ὧδε WH Treg NIV ] - RP • λίθον WH Treg NIV ] λίθῷ RP
NT greco Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
13,3 ἐπηρώτα WH Treg NIV ] ἐπηρώτων RP
NT greco Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα⸃.
13,4 ταῦτα συντελεῖσθαι πάντα WH Treg NIV ] πάντα ταῦτα συντελεῖσθαι RP
NT greco ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς⸃· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
13,5 ἤρξατο λέγειν αὐτοῖς WH Treg NIV ] ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν RP
NT greco ⸀πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
13,6 πολλοὶ WH NIV ] + γὰρ Treg RP
NT greco ὅταν δὲ ⸀ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.
13,7 ἀκούσητε WH NIV RP ] ἀκούετε Treg • δεῖ WH NIV ] + γὰρ Treg RP
NT greco ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται ⸀λιμοί· ⸀ἀρχὴ ὠδίνων ταῦτα.
13,8 ⸀ἔσονται WH Treg NIV ] καὶ ἔσονται RP • ⸁ἔσονται WH NIV ] καὶ ἔσονται Treg RP • λιμοί WH Treg NIV ] + καὶ ταραχαί RP • ἀρχὴ WH Treg NIV ] ἀρχαὶ RP
NT greco βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
13,9 παραδώσουσιν WH NIV ] + γὰρ Treg RP
NT greco καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ⸃ κηρυχθῆναι τὸ εὐαγγέλιον.
13,10 πρῶτον δεῖ WH Treg NIV ] δεῖ πρῶτον RP
NT greco ⸂καὶ ὅταν⸃ ⸀ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
13,11 καὶ ὅταν WH Treg NIV ] Ὅταν δὲ RP • ἄγωσιν WH Treg NIV ] ἀγάγωσιν RP • λαλήσητε WH Treg NIV ] + μηδὲ μελετᾶτε RP
NT greco ⸂καὶ παραδώσει⸃ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·
13,12 καὶ παραδώσει WH Treg NIV ] Παραδώσει δὲ RP
NT greco 13,13καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
NT greco Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⸀ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
13,14 ἑστηκότα WH Treg NIV ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP
NT greco ⸀ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω μηδὲ εἰσελθάτω ⸂τι ἆραι⸃ ἐκ τῆς οἰκίας αὐτοῦ,
13,15 WH NIV ] + δὲ Treg RP NA • καταβάτω WH NIV ] + εἰς τὴν οἰκίαν Treg RP • τι ἆραι WH Treg ] ἆραί τι NIV RP
NT greco καὶ ὁ εἰς τὸν ⸀ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
13,16 ἀγρὸν WH Treg NIV ] + ὢν RP
NT greco 13,17οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
NT greco προσεύχεσθε δὲ ἵνα μὴ ⸀γένηται χειμῶνος·
13,18 γένηται WH Treg NIV ] + ἡ φυγὴ ὑμῶν RP
NT greco ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ⸀ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
13,19 ἣν WH Treg NIV ] ἧς RP
NT greco καὶ εἰ μὴ ⸂ἐκολόβωσεν κύριος⸃ τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
13,20 ἐκολόβωσεν κύριος WH NIV ] κύριος ἐκολόβωσεν Treg RP
NT greco ⸀καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδε ὧδε ὁ ⸀χριστός, ⸁Ἴδε ἐκεῖ, μὴ πιστεύετε·
13,21 καὶ WH Treg NIV ] - RP • ⸀Ἴδε WH Treg NIV ] Ἰδού RP • χριστός WH NIV ] + ἢ Treg RP • ⸁Ἴδε WH Treg NIV ] Ἰδού RP
NT greco ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν τοὺς ἐκλεκτούς·
13,22 δυνατὸν WH NIV ] + καὶ Treg RP
NT greco ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα ὑμῖν πάντα.
13,23 προείρηκα WH Treg NIV ] ἰδού προείρηκα RP
NT greco 13,24Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
NT greco καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες⸃, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
13,25 ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες WH Treg NIV ] τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP
NT greco 13,26καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·
NT greco καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
13,27 ἀγγέλους WH Treg NIV ] + αὐτοῦ RP • ἐκλεκτοὺς Treg ] + αὐτοῦ WH NIV RP
NT greco Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆς⸃ ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
13,28 ἤδη ὁ κλάδος αὐτῆς WH Treg NIV ] αὐτῆς ἤδη ὁ κλάδος RP
NT greco οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα⸃ γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
13,29 ἴδητε ταῦτα WH Treg NIV ] ταῦτα ἴδητε RP
NT greco ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα⸃ γένηται.
13,30 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
NT greco ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ ⸀μὴ ⸁παρελεύσονται.
13,31 ⸀παρελεύσονται WH Treg NIV ] παρελεύσεται RP • μὴ NIV RP ] - WH Treg • ⸁παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
NT greco Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
13,32 τῆς WH Treg NIV ] - RP • ἐν WH Treg NIV ] οἱ ἐν RP
NT greco βλέπετε ⸀ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·
13,33 ἀγρυπνεῖτε WH NIV ] + καὶ προσεύχεσθε Treg RP
NT greco ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
13,34 ἑκάστῳ WH Treg NIV ] καὶ ἑκάστῳ RP
NT greco γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ ὀψὲ ἢ ⸀μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,
13,35 WH Treg NIV ] - RP • μεσονύκτιον WH Treg NIV ] μεσονυκτίου RP
NT greco 13,36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας·
NT greco ⸀ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
13,37 WH Treg NIV ] Ἃ RP