Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Matteo

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 22 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ⸂ἐν παραβολαῖς αὐτοῖς⸃ λέγων·
22,1 ἐν παραβολαῖς αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἐν παραβολαῖς RP
NT greco 22,2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
NT greco 22,3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
NT greco πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ⸀ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
22,4 ἡτοίμακα WH Treg NIV ] ἡτοίμασα RP
NT greco οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸀ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ⸁ὃς δὲ ⸀ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
22,5 ⸀ὃς WH Treg NIV ] ὁ RP • ⸁ὃς WH Treg NIV ] ὁ RP • ἐπὶ WH Treg NIV ] εἰς RP
NT greco 22,6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
NT greco ⸂ὁ δὲ βασιλεὺς⸃ ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
22,7 ὁ δὲ βασιλεὺς WH Treg NIV ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP
NT greco 22,8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
NT greco πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ⸀ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
22,9 ἐὰν WH Treg NIV ] ἂν RP
NT greco καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ⸀οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸀γάμος ἀνακειμένων.
22,10 οὓς WH NIV ] ὅσους Treg RP • γάμος Treg NIV RP ] νυμφὼν WH
NT greco 22,11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
NT greco 22,12 καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
NT greco τότε ⸂ὁ βασιλεὺς εἶπεν⸃ τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ⸂ἐκβάλετε αὐτὸν⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
22,13 ὁ βασιλεὺς εἶπεν WH Treg NIV ] εἶπεν ὁ βασιλεὺς RP • ἐκβάλετε αὐτὸν WH Treg NIV ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP
NT greco 22,14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.
NT greco 22,15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
NT greco καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
22,16 λέγοντες NIV RP ] λέγοντας WH Treg
NT greco 22,17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
NT greco 22,18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί;
NT greco 22,19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
NT greco 22,20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
NT greco λέγουσιν ⸀αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
22,21 αὐτῷ Treg NIV RP ] - WH
NT greco 22,22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
NT greco Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
22,23 λέγοντες WH Treg NIV ] οἱ λέγοντες RP
NT greco 22,24 λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
NT greco ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
22,25 γήμας WH Treg NIV ] γαμήσας RP
NT greco 22,26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά·
NT greco ὕστερον δὲ πάντων ἀπέθανεν ⸀ἡ γυνή.
22,27 ἡ WH NIV ] καὶ ἡ Treg RP
NT greco ἐν τῇ ⸂ἀναστάσει οὖν⸃ τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
22,28 ἀναστάσει οὖν WH Treg NIV ] οὖν ἀναστάσει RP
NT greco 22,29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·
NT greco ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι ⸀θεοῦ ἐν ⸀τῷ οὐρανῷ εἰσιν·
22,30 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP • θεοῦ Holmes ] τοῦ θεοῦ RP; - WH Treg NIV • τῷ WH Treg NIV ] - RP
NT greco 22,31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·
NT greco Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸂ὁ θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων.
22,32 ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg
NT greco 22,33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
NT greco 22,34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.
NT greco καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων ⸀αὐτόν·
22,35 αὐτόν WH Treg NIV ] + καὶ λέγων RP
NT greco 22,36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
NT greco ὁ ⸀δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ ⸀τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ ⸁τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·
22,37 δὲ WH Treg NIV ] + Ἰησοῦς RP • ⸀τῇ Treg NIV ] - WH RP • ⸁τῇ WH Treg NIV ] - RP
NT greco αὕτη ἐστὶν ⸂ἡ μεγάλη καὶ πρώτη⸃ ἐντολή.
22,38 ἡ μεγάλη καὶ πρώτη WH Treg NIV ] πρώτη καὶ μεγάλη RP
NT greco Δευτέρα ⸀δὲ ὁμοία ⸀αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
22,39 δὲ Treg NIV RP ] - WH • αὐτῇ Treg NIV RP ] αὕτη WH
NT greco ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος ⸂κρέμαται καὶ οἱ προφῆται⸃.
22,40 κρέμαται καὶ οἱ προφῆται WH Treg NIV ] καὶ οἱ προφῆται κρέμανται RP
NT greco 22,41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
NT greco 22,42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ.
NT greco λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον⸃ λέγων·
22,43 καλεῖ αὐτὸν κύριον WH Treg NIV ] κύριον αὐτὸν καλεῖ RP
NT greco ⸀Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω τῶν ποδῶν σου;
22,44 Εἶπεν WH Treg NIV ] + ὁ RP • ὑποκάτω WH Treg NIV ] ὑποπόδιον RP
NT greco 22,45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
NT greco καὶ οὐδεὶς ἐδύνατο ⸂ἀποκριθῆναι αὐτῷ⸃ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
22,46 ἀποκριθῆναι αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῆναι RP