Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Matteo

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 25 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ⸀ἑαυτῶν ἐξῆλθον εἰς ⸀ὑπάντησιν τοῦ νυμφίου.
25,1 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP • ὑπάντησιν WH Treg NIV ] ἀπάντησιν RP
NT greco πέντε δὲ ⸂ἐξ αὐτῶν ἦσαν⸃ ⸂μωραὶ καὶ πέντε φρόνιμοι⸃.
25,2 ἐξ αὐτῶν ἦσαν WH Treg NIV ] ἦσαν ἐξ αὐτῶν RP • μωραὶ καὶ πέντε φρόνιμοι WH Treg NIV ] φρόνιμοι καὶ αἱ πέντε μωραί RP
NT greco ⸂αἱ γὰρ⸃ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον·
25,3 αἱ γὰρ WH Treg NIV ] Αἵτινες RP
NT greco αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ⸀ἀγγείοις μετὰ τῶν λαμπάδων ⸀ἑαυτῶν.
25,4 ἀγγείοις WH Treg NIV ] + αὐτῶν RP • ἑαυτῶν WH NIV ] αὐτῶν Treg RP
NT greco 25,5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
NT greco μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ ⸀νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν ⸀αὐτοῦ.
25,6 νυμφίος WH Treg NIV ] + ἔρχεται RP • αὐτοῦ Treg NIV RP ] - WH
NT greco τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ⸀ἑαυτῶν.
25,7 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
NT greco 25,8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
NT greco ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε ⸂οὐ μὴ⸃ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ⸀πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
25,9 οὐ μὴ WH Treg NIV ] οὐκ RP • πορεύεσθε WH Treg NIV ] + δὲ RP
NT greco 25,10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
NT greco 25,11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν·
NT greco 25,12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
NT greco γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ⸀ὥραν.
25,13 ὥραν WH Treg NIV ] + ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP
NT greco 25,14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
NT greco 25,15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως
NT greco ⸀πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ⸀ἐκέρδησεν ἄλλα ⸀πέντε·
25,16 πορευθεὶς WH NIV ] + δὲ Treg RP • ἐκέρδησεν WH Treg NIV ] ἐποίησεν RP • πέντε WH Treg NIV ] + τάλαντα RP
NT greco ⸀ὡσαύτως ὁ τὰ δύο ⸀ἐκέρδησεν ἄλλα δύο·
25,17 ὡσαύτως WH NIV ] + καὶ Treg RP • ἐκέρδησεν WH Treg NIV ] + καὶ αὐτὸς RP
NT greco ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ⸀γῆν καὶ ⸀ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
25,18 γῆν WH Treg NIV ] ἐν τῇ γῇ RP • ἔκρυψεν WH Treg NIV ] ἀπέκρυψεν RP
NT greco μετὰ δὲ ⸂πολὺν χρόνον⸃ ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει ⸂λόγον μετ’ αὐτῶν⸃
25,19 πολὺν χρόνον WH Treg NIV ] χρόνον πολὺν RP • λόγον μετ᾽ αὐτῶν WH Treg NIV ] μετ᾽ αὐτῶν λόγον RP
NT greco καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ⸀ἐκέρδησα.
25,20 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
NT greco ⸀ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
25,21 ἔφη WH Treg NIV ] + δὲ RP
NT greco προσελθὼν ⸀δὲ καὶ ὁ τὰ δύο ⸀τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ⸀ἐκέρδησα.
25,22 δὲ Treg NIV RP ] - WH • τάλαντα WH Treg NIV ] + λαβὼν RP • ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
NT greco 25,23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
NT greco 25,24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·
NT greco 25,25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
NT greco 25,26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
NT greco ἔδει ⸂σε οὖν⸃ βαλεῖν ⸂τὰ ἀργύριά⸃ μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
25,27 σε οὖν WH Treg NIV ] οὖν σε RP • τὰ ἀργύριά WH NIV ] τὸ ἀργύριόν Treg RP
NT greco 25,28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
NT greco τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ⸂τοῦ δὲ⸃ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
25,29 τοῦ δὲ WH Treg NIV ] ἀπὸ δὲ τοῦ RP
NT greco 25,30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
NT greco Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες ⸀οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·
25,31 οἱ WH Treg NIV ] + ἅγιοι RP
NT greco καὶ ⸀συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
25,32 συναχθήσονται WH Treg NIV ] συναχθήσεται RP
NT greco 25,33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
NT greco 25,34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
NT greco 25,35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
NT greco 25,36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
NT greco 25,37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
NT greco 25,38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
NT greco πότε δέ σε εἴδομεν ⸀ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
25,39 ἀσθενοῦντα WH Treg NIV ] ἀσθενῆ RP
NT greco 25,40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
NT greco τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ’ ἐμοῦ ⸀οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
25,41 οἱ Treg NIV RP ] - WH
NT greco ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ⸀ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
25,42 ἐδίψησα Treg NIV RP ] καὶ ἐδίψησα WH
NT greco 25,43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
NT greco 25,44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
NT greco 25,45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
NT greco 25,46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.