Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16

Romani

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 13 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ ⸀οὖσαι ⸀ὑπὸ θεοῦ τεταγμέναι εἰσίν.
13,1 οὖσαι WH Treg NIV ] + ἐξουσίαι RP • ὑπὸ WH Treg NIV ] + τοῦ RP
NT greco 13,2 ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.
NT greco οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος ⸂τῷ ἀγαθῷ ἔργῳ⸃ ἀλλὰ ⸂τῷ κακῷ⸃. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
13,3 τῷ ἀγαθῷ ἔργῳ WH Treg NIV ] τῶν ἀγαθῶν ἔργων RP • τῷ κακῷ WH Treg NIV ] τῶν κακῶν RP
NT greco 13,4 θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
NT greco 13,5 διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν,
NT greco 13,6 διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
NT greco ⸀ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
13,7 ἀπόδοτε WH Treg NIV ] + οὖν RP
NT greco Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ⸂ἀλλήλους ἀγαπᾶν⸃· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
13,8 ἀλλήλους ἀγαπᾶν WH Treg NIV ] ἀγαπᾶν ἀλλήλους RP
NT greco τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν ⸂τῷ λόγῳ τούτῳ⸃ ἀνακεφαλαιοῦται, ⸂ἐν τῷ⸃· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
13,9 τῷ λόγῳ τούτῳ WH Treg NIV ] τούτῳ τῷ λόγῳ RP • ἐν τῷ WH Treg RP NA ] - NIV
NT greco 13,10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
NT greco Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ⸂ἤδη ὑμᾶς⸃ ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.
13,11 ἤδη ὑμᾶς WH NIV ] ἤδη ἡμᾶς Treg; ἡμᾶς ἤδη RP
NT greco ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ⸀ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ⸂ἐνδυσώμεθα δὲ⸃ τὰ ὅπλα τοῦ φωτός.
13,12 ἀποβαλώμεθα Holmes ] ἀποθώμεθα WH Treg NIV RP • ἐνδυσώμεθα δὲ WH Treg NIV ] καὶ ἐνδυσώμεθα RP
NT greco 13,13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ,
NT greco 13,14 ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.