Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

NOVAVULGATA

Nova Vulgata

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

Nova Vulgata - Vetus Testamentum - Iudicum - 4

Iudicum

Nova Vulgata Torna al libro

AT greco

Nova Vulgata 4 4,1Addideruntque filii Israel facere malum in conspectu Domini post mortem Aod,
AT greco GdcB4,1καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ Αωδ ἀπέθανεν
GdcA4,1καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου
Nova Vulgata 4,2et tradidit illos Dominus in manu Iabin regis Chanaan, qui regnavit in Asor. Habuitque ducem exercitus sui nomine Sisaram: ipse autem habitabat in Haroseth gentium.
AT greco GdcB4,2καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν
GdcA4,2καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν
Nova Vulgata 4,3Clamaveruntque filii Israel ad Dominum; nongentos enim habebat falcatos currus et per viginti annos vehementer oppresserat eos.
AT greco GdcB4,3καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη
GdcA4,3καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη
Nova Vulgata
4,4Erat autem Debora prophetis, uxor Lapidoth, quae iudicabat Israel in illo tempore.
AT greco GdcB4,4καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ
GdcA4,4καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ
Nova Vulgata 4,5Et sedebat sub palma Deborae inter Rama et Bethel in monte Ephraim; ascendebantque ad eam filii Israel in iudicium.
AT greco GdcB4,5καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον τῆς Ραμα καὶ ἀνὰ μέσον τῆς Βαιθηλ ἐν τῷ ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ εἰς κρίσιν
GdcA4,5καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον Ραμα καὶ ἀνὰ μέσον Βαιθηλ ἐν ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ ἐκεῖ τοῦ κρίνεσθαι
Nova Vulgata 4,6Quae misit et vocavit Barac filium Abinoem de Cedes Nephthali dixitque ad eum: «Praecepit tibi Dominus, Deus Israel: Vade et duc exercitum in montem Thabor tollesque tecum decem milia pugnatorum de filiis Nephthali et de filiis Zabulon.
AT greco GdcB4,6καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Καδης Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ σοὶ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλι καὶ ἐκ τῶν υἱῶν Ζαβουλων
GdcA4,6καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Κεδες Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ σοὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν Νεφθαλι καὶ ἀπὸ τῶν υἱῶν Ζαβουλων
Nova Vulgata 4,7Ego autem ducam ad te in loco torrentis Cison Sisaram principem exercitus Iabin et currus eius atque omnem multitudinem et tradam eum in manu tua».
AT greco GdcB4,7καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου
GdcA4,7καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου
Nova Vulgata 4,8Dixitque ad eam Barac: «Si venis mecum, vadam; si nolueris venire mecum, non pergam».
AT greco GdcB4,8καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθῇς μετ’ ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον κύριος μετ’ ἐμοῦ
GdcA4,8καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθῇς μετ’ ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς μετ’ ἐμοῦ οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ κύριος τὸν ἄγγελον μετ’ ἐμοῦ
Nova Vulgata 4,9Quae dixit ad eum: «Ibo quidem tecum; sed in hac via non erit tibi gloria, quia in manu mulieris tradet Dominus Sisaram».
    Surrexit itaque Debora et perrexit cum Barac in Cedes.

AT greco GdcB4,9καὶ εἶπεν πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ Βαρακ ἐκ Καδης
GdcA4,9καὶ εἶπεν πρὸς αὐτὸν Δεββωρα πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρακ εἰς Κεδες
Nova Vulgata 4,10Qui, accitis Zabulon et Nephthali in Cedes, ascendit cum decem milibus pugnatorum habens Deboram in comitatu suo.
AT greco GdcB4,10καὶ ἐβόησεν Βαρακ τὸν Ζαβουλων καὶ τὸν Νεφθαλι ἐκ Καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ ἀνέβη μετ’ αὐτοῦ Δεββωρα
GdcA4,10καὶ παρήγγειλεν Βαρακ τῷ Ζαβουλων καὶ τῷ Νεφθαλι εἰς Κεδες καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ Δεββωρα ἀνέβη μετ’ αὐτοῦ
Nova Vulgata 4,11Haber autem Cinaeus recesserat a ceteris Cinaeis fratribus suis filiis Hobab cognati Moysi et tetendit tabernaculum usque ad quercum in Saananim iuxta Cedes.
AT greco GdcB4,11καὶ Χαβερ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινα ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα Κεδες
GdcA4,11καὶ οἱ πλησίον τοῦ Κιναίου ἐχωρίσθησαν ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ πρὸς δρῦν ἀναπαυομένων ἥ ἐστιν ἐχόμενα Κεδες
Nova Vulgata
4,12Nuntiatumque est Sisarae quod ascendisset Barac filius Abinoem in montem Thabor,
AT greco GdcB4,12καὶ ἀνηγγέλη Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ εἰς ὄρος Θαβωρ
GdcA4,12καὶ ἀνήγγειλαν τῷ Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ ἐπ’ ὄρος Θαβωρ
Nova Vulgata 4,13et congregavit omnes nongentos falcatos currus omnemque exercitum, qui cum eo erat, de Haroseth gentium ad torrentem Cison.
AT greco GdcB4,13καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ ἀπὸ Αρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισων
GdcA4,13καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ ἀπὸ Αρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισων
Nova Vulgata
4,14Dixitque Debora ad Barac: «Surge: haec est enim dies, in qua tradidit Dominus Sisaram in manus tuas. En ipse ductor est tuus». Descendit itaque Barac de monte Thabor, et decem milia pugnatorum cum eo.
AT greco GdcB4,14καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν κύριος τὸν Σισαρα ἐν τῇ χειρί σου ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ
GdcA4,14καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν κύριος τὸν Σισαρα ἐν χειρί σου οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ
Nova Vulgata 4,15Perterruitque Dominus Sisaram et omnes currus eius universamque multitudinem in ore gladii ad conspectum Barac, in tantum ut Sisara de curru desiliens pedibus fugeret,
AT greco GdcB4,15καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ
GdcA4,15καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ
Nova Vulgata 4,16et Barac persequeretur fugientes currus et exercitum usque ad Haroseth gentium, et omnis hostium multitudo usque ad internecionem caderet.
AT greco GdcB4,16καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Αρισωθ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός
GdcA4,16καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως δρυμοῦ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα ἡ παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός
Nova Vulgata
4,17Sisara autem fugiens pervenit ad tentorium Iahel uxoris Haber Cinaei; erat enim pax inter Iabin regem Asor et domum Haber Cinaei.
AT greco GdcB4,17καὶ Σισαρα ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ ἑταίρου τοῦ Κιναίου ὅτι εἰρήνη ἦν ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου
GdcA4,17καὶ Σισαρα ἀνεχώρησεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ τοῦ Κιναίου ὅτι εἰρήνη ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου
Nova Vulgata 4,18Egressa igitur Iahel in occursum Sisarae dixit ad eum: «Intra ad me, domine mi; intra, ne timeas». Qui ingressus tabernaculum eius et opertus ab ea panno,
AT greco GdcB4,18καὶ ἐξῆλθεν Ιαηλ εἰς συνάντησιν Σισαρα καὶ εἶπεν αὐτῷ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβοῦ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ
GdcA4,18καὶ ἐξῆλθεν Ιαηλ εἰς ἀπάντησιν Σισαρα καὶ εἶπεν πρὸς αὐτόν ἔκνευσον κύριέ μου ἔκνευσον πρός με μὴ φοβοῦ καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς
Nova Vulgata 4,19dixit ad eam: «Da mihi, obsecro, paululum aquae, quia sitio». Quae aperuit utrem lactis et dedit ei bibere et operuit illum.
AT greco GdcB4,19καὶ εἶπεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν
GdcA4,19καὶ εἶπεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ
Nova Vulgata 4,20Dixitque Sisara ad eam: «Sta ante ostium tabernaculi et, cum venerit aliquis interrogans te et dicens: “Numquid hic est aliquis?”, respondebis: “Nullus est”».
AT greco GdcB4,20καὶ εἶπεν πρὸς αὐτὴν Σισαρα στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ εἰ ἔστιν ὧδε ἀνήρ καὶ ἐρεῖς οὐκ ἔστιν
GdcA4,20καὶ εἶπεν πρὸς αὐτήν στῆθι ἐν τῇ θύρᾳ τῆς σκηνῆς καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ σοι ἔστιν ἐνταῦθα ἀνήρ καὶ ἐρεῖς οὐκ ἔστιν καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς
Nova Vulgata 4,21Tulit porro Iahel uxor Haber clavum tabernaculi assumens pariter malleum; et ingressa abscondite et cum silentio, posuit supra tempus capitis eius clavum, percussumque malleo defixit in cerebrum usque ad terram; qui soporem morti socians defecit et mortuus est.
AT greco GdcB4,21καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ καὶ διεξῆλθεν ἐν τῇ γῇ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν
GdcA4,21καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἡσυχῇ καὶ ἐνέκρουσεν τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ καὶ διήλασεν ἐν τῇ γῇ καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐξέψυξεν καὶ ἀπέθανεν
Nova Vulgata 4,22Et ecce Barac sequens Sisaram veniebat; egressaque Iahel in occursum eius dixit ei: «Veni, et ostendam tibi virum, quem quaeris». Qui cum intrasset ad eam, vidit Sisaram iacentem mortuum et clavum infixum in tempore eius.
AT greco GdcB4,22καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξῆλθεν Ιαηλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα ῥεριμμένος νεκρός καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ
GdcA4,22καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξῆλθεν Ιαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα πεπτωκὼς νεκρός καὶ ὁ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ
Nova Vulgata
4,23Humiliavit ergo Deus in die illo Iabin regem Chanaan coram filiis Israel, 
AT greco GdcB4,23καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ
GdcA4,23καὶ ἐταπείνωσεν κύριος ὁ θεὸς τὸν Ιαβιν βασιλέα Χανααν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Ισραηλ
Nova Vulgata 4,24qui crescebant cotidie et forti manu opprimebant Iabin regem Chanaan, donec delerent eum.
AT greco GdcB4,24καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως οὗ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν
GdcA4,24καὶ ἐπορεύθη χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως ἐξωλέθρευσαν αὐτόν