Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22

3 Re (1 Re)

AT greco Torna al libro

AT ebraico Vai al libro

AT greco 10 10,1 καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ τὸ ὄνομα κυρίου καὶ ἦλθεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν
AT greco 10,2 καὶ ἦλθεν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον καὶ εἰσῆλθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς
AT greco 10,3 καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμων πάντας τοὺς λόγους αὐτῆς οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως ὃν οὐκ ἀπήγγειλεν αὐτῇ
AT greco 10,4 καὶ εἶδεν βασίλισσα Σαβα πᾶσαν φρόνησιν Σαλωμων καὶ τὸν οἶκον ὃν ᾠκοδόμησεν
AT greco 10,5 καὶ τὰ βρώματα Σαλωμων καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ ἣν ἀνέφερεν ἐν οἴκῳ κυρίου καὶ ἐξ ἑαυτῆς ἐγένετο
AT greco 10,6 καὶ εἶπεν πρὸς τὸν βασιλέα Σαλωμων ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου
AT greco 10,7 καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσίν μοι ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἔστιν τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν ἣν ἤκουσα ἐν τῇ γῇ μου
AT greco 10,8 μακάριαι αἱ γυναῖκές σου μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου δι’ ὅλου οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου
AT greco 10,9 γένοιτο κύριος ὁ θεός σου εὐλογημένος ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ισραηλ διὰ τὸ ἀγαπᾶν κύριον τὸν Ισραηλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σε βασιλέα ἐπ’ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν
AT greco 10,10 καὶ ἔδωκεν τῷ Σαλωμων ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος ἃ ἔδωκεν βασίλισσα Σαβα τῷ βασιλεῖ Σαλωμων
AT greco 10,11 καὶ ἡ ναῦς Χιραμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σφόδρα καὶ λίθον τίμιον
AT greco 10,12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ ἀπελέκητα ὑποστηρίγματα τοῦ οἴκου κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης
AT greco 10,13 καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τῇ βασιλίσσῃ Σαβα πάντα ὅσα ἠθέλησεν ὅσα ᾐτήσατο ἐκτὸς πάντων ὧν δεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμων καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς
AT greco 10,14 καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμων ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυσίου
AT greco 10,15 χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς
AT greco 10,16 καὶ ἐποίησεν Σαλωμων τριακόσια δόρατα χρυσᾶ ἐλατά τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν
AT greco 10,17 καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά τρεῖς μναῖ χρυσίου ἐνῆσαν εἰς τὸ ὅπλον τὸ ἕν καὶ ἔδωκεν αὐτὰ εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου
AT greco 10,18 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ
AT greco 10,19 ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας
AT greco 10,20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ
AT greco 10,21 καὶ πάντα τὰ σκεύη τοῦ πότου Σαλωμων χρυσᾶ καὶ λουτῆρες χρυσοῖ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα οὐκ ἦν ἀργύριον ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμων
AT greco 10,22 καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ
AT greco 10,23 καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει
AT greco 10,24 καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμων τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ ἧς ἔδωκεν κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ
AT greco 10,25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ σκεύη χρυσᾶ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ’ ἐνιαυτὸν ἐνιαυτόν
AT greco 10,26 καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου
AT greco 10,27 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος
AT greco 10,28 καὶ ἡ ἔξοδος τῶν ἵππων Σαλωμων ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουε ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουε ἐν ἀλλάγματι
AT greco 10,29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου καὶ οὕτω πᾶσιν τοῖς βασιλεῦσιν Χεττιιν καὶ βασιλεῦσιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο