Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Vangeli - Marco - 15

Marco

15 Καὶ ⸀εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ ⸀παρέδωκαν Πιλάτῳ.
15,1 εὐθὺς WH Treg NIV ] εὐθέως ἐπὶ τὸ RP • παρέδωκαν WH Treg NIV ] + τῷ RP
καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ λέγει⸃· Σὺ λέγεις.
15,2 αὐτῷ λέγει WH Treg NIV ] εἶπεν αὐτῷ RP
3καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
ὁ δὲ Πιλᾶτος πάλιν ⸀ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου ⸀κατηγοροῦσιν.
15,4 ἐπηρώτα WH Treg NIV ] ἐπηρώτησεν RP • κατηγοροῦσιν WH Treg NIV ] καταμαρτυροῦσιν RP
5ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ⸂ὃν παρῃτοῦντο⸃.
15,6 ὃν παρῃτοῦντο WH NIV ] ὅνπερ ᾐτοῦντο Treg RP
ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸀στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
15,7 στασιαστῶν WH Treg NIV ] συστασιαστῶν RP
καὶ ⸀ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι ⸀καθὼς ἐποίει αὐτοῖς.
15,8 ἀναβὰς WH Treg NIV ] ἀναβοήσας RP • καθὼς WH NIV ] + ἀεὶ Treg RP
9ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
10ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
11οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
ὁ δὲ Πιλᾶτος ⸂πάλιν ἀποκριθεὶς ἔλεγεν⸃ αὐτοῖς· Τί οὖν ⸀θέλετε ποιήσω ⸂ὃν λέγετε⸃ ⸀τὸν βασιλέα τῶν Ἰουδαίων;
15,12 πάλιν ἀποκριθεὶς ἔλεγεν WH Treg NIV] ἀποκριθεὶς πάλιν εἶπεν RP • θέλετε Treg RP NA ] - WH NIV • ὃν λέγετε WH NIV RP ] - Treg • τὸν WH Treg NIV ] - RP
13οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν.
ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ ⸂ἐποίησεν κακόν⸃; οἱ δὲ ⸀περισσῶς ἔκραξαν· Σταύρωσον αὐτόν.
15,14 ἐποίησεν κακόν WH Treg NIV ] κακόν ἐποίησεν RP • περισσῶς WH Treg NIV ] περισσοτέρως RP
15ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
καὶ ⸀ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·
15,17 ἐνδιδύσκουσιν WH Treg NIV ] ἐνδύουσιν RP
καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, ⸀βασιλεῦ τῶν Ἰουδαίων·
15,18 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ⸂τὰ ἴδια⸃. καὶ ἐξάγουσιν αὐτὸν ἵνα ⸀σταυρώσωσιν αὐτόν.
15,20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV • σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg
21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
καὶ φέρουσιν αὐτὸν ἐπὶ ⸀τὸν ⸀Γολγοθᾶν τόπον, ὅ ἐστιν ⸀μεθερμηνευόμενον Κρανίου Τόπος.
15,22 τὸν WH Treg NIV ] - RP • Γολγοθᾶν WH NIV ] Γολγοθᾶ Treg RP • μεθερμηνευόμενον Treg NIV RP ] μεθερμηνευόμενος WH
καὶ ἐδίδουν ⸀αὐτῷ ἐσμυρνισμένον οἶνον, ⸀ὃς δὲ οὐκ ἔλαβεν.
15,23 αὐτῷ WH Treg NIV ] + πιεῖν RP • ὃς WH Treg NIV ] ὁ RP
καὶ ⸂σταυροῦσιν αὐτὸν καὶ⸃ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.
15,24 σταυροῦσιν αὐτὸν καὶ WH Treg NIV ] σταυρώσαντες αὐτὸν RP
25Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.
26καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων.
καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων ⸀αὐτοῦ.
15,27 αὐτοῦ WH NIV] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP
Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ⸂οἰκοδομῶν ἐν τρισὶν ἡμέραις⸃,
15,29 οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NIV ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP
σῶσον σεαυτὸν ⸀καταβὰς ἀπὸ τοῦ σταυροῦ.
15,30 καταβὰς WH Treg NIV ] καὶ κατάβα RP
31ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
ὁ χριστὸς ὁ ⸀βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ ⸀πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι ⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
15,32 βασιλεὺς WH Treg NIV ] + τοῦ RP • πιστεύσωμεν WH Treg NIV ] + αὐτῷ RP • σὺν WH NIV ] - Treg RP
⸂Καὶ γενομένης⸃ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
15,33 Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
καὶ τῇ ⸂ἐνάτῃ ὥρᾳ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ ⸀μεγάλῃ· Ἐλωῒ ἐλωῒ ⸀λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί ⸂ἐγκατέλιπές με⸃;
15,34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP • μεγάλῃ WH Treg NIV ] + λέγων RP • λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP • ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ⸀Ἴδε Ἠλίαν φωνεῖ.
15,35 Ἴδε WH Treg NIV ] Ἰδού RP
δραμὼν δέ ⸂τις καὶ⸃ γεμίσας σπόγγον ὄξους ⸀περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
15,36 τις καὶ Treg NIV] τις WH; εἷς καὶ RP • περιθεὶς WH Treg NIV ] + τε RP
37ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.
38καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω.
ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι ⸀οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς ⸂οὗτος ὁ ἄνθρωπος⸃ υἱὸς ⸂θεοῦ ἦν⸃.
15,39 οὕτως WH NA ] + κράξας Treg NIV RP • οὗτος ὁ ἄνθρωπος WH Treg NIV ] ὁ ἄνθρωπος οὗτος RP • θεοῦ ἦν WH NIV ] ἦν θεοῦ Treg RP
Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷς καὶ ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,
15,40 αἷς WH NIV ] + ἦν Treg RP • Μαρία Treg NIV RP ] Μαριὰμ WH • ἡ WH Treg NIV ] + τοῦ RP • Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
⸀αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
15,41 αἳ WH NIV ] + καί Treg RP
Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν ⸀προσάββατον,
15,42 προσάββατον WH NIV RP ] πρὸς σάββατον Treg
⸀ἐλθὼν Ἰωσὴφ ⸀ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς ⸀τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
15,43 ἐλθὼν WH Treg NIV ] ἦλθεν RP • ὁ Treg NIV RP ] - WH • τὸν WH Treg NIV ] - RP
ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ ⸀πάλαι ἀπέθανεν·
15,44 πάλαι NIV RP ] ἤδη WH Treg
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ ⸀πτῶμα τῷ Ἰωσήφ.
15,45 πτῶμα WH Treg NIV ] σῶμα RP
καὶ ἀγοράσας ⸀σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ⸀ἔθηκεν αὐτὸν ἐν ⸀μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
15,46 σινδόνα WH Treg NIV ] + καὶ RP • ἔθηκεν WH Treg NIV ] κατέθηκεν RP • μνημείῳ Treg NIV RP ] μνήματι WH
ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ Ἰωσῆτος⸃ ἐθεώρουν ποῦ ⸀τέθειται.
15,47 Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP • τέθειται WH Treg NIV ] τίθεται RP

Note al testo