Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - Gàlati - 6

Gàlati

6 1Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ⸀ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.
6,2 ἀναπληρώσετε Treg NIV] ἀναπληρώσατε WH RP
εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ⸂φρεναπατᾷ ἑαυτόν⸃·
6,3 φρεναπατᾷ ἑαυτόν WH Treg NIV] ἑαυτόν φρεναπατᾷ RP
4τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον,
5ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
6Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ⸀ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
6,7 ἐὰν WH NIV RP] ἂν Treg
8ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
τὸ δὲ καλὸν ποιοῦντες μὴ ⸀ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
6,9 ἐγκακῶμεν WH Treg NIV] ἐκκακῶμεν RP
ἄρα οὖν ὡς καιρὸν ⸀ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
6,10 ἔχομεν Treg NIV RP] ἔχωμεν WH
11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ⸀ἵνα τῷ σταυρῷ τοῦ ⸀Χριστοῦ ⸀μὴ διώκωνται·
6,12 ἵνα WH Treg NIV] + μὴ RP • Χριστοῦ NIV Treg RP] + Ἰησοῦ WH • μὴ WH Treg NIV] - RP
οὐδὲ γὰρ οἱ ⸀περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
6,13 περιτεμνόμενοι WH Treg NIV] περιτετμημένοι RP
ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται ⸀κἀγὼ κόσμῳ.
6,14 κἀγὼ WH Treg NIV] + τῷ RP
⸂οὔτε γὰρ⸃ περιτομή τί ⸀ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
6,15 οὔτε γὰρ WH Treg NIV] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε RP • ἐστιν WH Treg NIV] ἰσχύει RP
16καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα ⸀τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
6,17 τοῦ WH Treg NIV] + κυρίου RP
18Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Note al testo

6,2 ἀναπληρώσετε Treg NIV] ἀναπληρώσατε WH RP
6,3 φρεναπατᾷ ἑαυτόν WH Treg NIV] ἑαυτόν φρεναπατᾷ RP
6,7 ἐὰν WH NIV RP] ἂν Treg
6,9 ἐγκακῶμεν WH Treg NIV] ἐκκακῶμεν RP
6,10 ἔχομεν Treg NIV RP] ἔχωμεν WH
6,12 ἵνα WH Treg NIV] + μὴ RP • Χριστοῦ NIV Treg RP] + Ἰησοῦ WH • μὴ WH Treg NIV] - RP
6,13 περιτεμνόμενοι WH Treg NIV] περιτετμημένοι RP
6,14 κἀγὼ WH Treg NIV] + τῷ RP
6,15 οὔτε γὰρ WH Treg NIV] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε RP • ἐστιν WH Treg NIV] ἰσχύει RP
6,17 τοῦ WH Treg NIV] + κυρίου RP