Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 4 Maccabei - 13

4 Maccabei

13 1εἰ δὲ τοίνυν τῶν μέχρι θανάτου πόνων ὑπερεφρόνησαν οἱ ἑπτὰ ἀδελφοί συνομολογεῖται πανταχόθεν ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός
2εἰ γὰρ τοῖς πάθεσι δουλωθέντες ἐμιαροφάγησαν ἐλέγομεν ἂν τούτοις αὐτοὺς νενικῆσθαι
3νυνὶ δὲ οὐχ οὕτως ἀλλὰ τῷ ἐπαινουμένῳ παρὰ θεῷ λογισμῷ περιεγένοντο τῶν παθῶν
4ὧν οὐκ ἔστιν παριδεῖν τὴν ἡγεμονίαν τῆς διανοίας ἐπεκράτησαν γὰρ καὶ πάθους καὶ πόνων
5πῶς οὖν οὐκ ἔστιν τούτοις τὴν τῆς εὐλογιστίας παθοκράτειαν ὁμολογεῖν οἳ τῶν μὲν διὰ πυρὸς ἀλγηδόνων οὐκ ἐπεστράφησαν
6καθάπερ γὰρ προβλῆτες λιμένων πύργοι τὰς τῶν κυμάτων ἀπειλὰς ἀνακόπτοντες γαληνὸν παρέχουσι τοῖς εἰσπλέουσι τὸν ὅρμον
7οὕτως ἡ ἑπτάπυργος τῶν νεανίσκων εὐλογιστία τὸν τῆς εὐσεβείας ὀχυρώσασα λιμένα τὴν τῶν παθῶν ἐνίκησεν ἀκολασίαν
8ἱερὸν γὰρ εὐσεβείας στήσαντες χορὸν παρεθάρσυνον ἀλλήλους λέγοντες
9ἀδελφικῶς ἀποθάνωμεν ἀδελφοί περὶ τοῦ νόμου μιμησώμεθα τοὺς τρεῖς τοὺς ἐπὶ τῆς Ἀσσυρίας νεανίσκους οἳ τῆς ἰσοπολίτιδος καμίνου κατεφρόνησαν
10μὴ δειλανδρήσωμεν πρὸς τὴν τῆς εὐσεβείας ἐπίδειξιν
11καὶ ὁ μέν θάρρει ἀδελφέ ἔλεγεν ὁ δέ εὐγενῶς καρτέρησον
12ὁ δὲ καταμνησθεὶς ἔλεγεν μνήσθητε πόθεν ἐστέ ἢ τίνος πατρὸς χειρὶ σφαγιασθῆναι διὰ τὴν εὐσέβειαν ὑπέμεινεν Ισαακ
13εἷς δὲ ἕκαστος ἀλλήλους ὁμοῦ πάντες ἐφορῶντες φαιδροὶ καὶ μάλα θαρραλέοι ἑαυτούς ἔλεγον τῷ θεῷ ἀφιερώσωμεν ἐξ ὅλης τῆς καρδίας τῷ δόντι τὰς ψυχὰς καὶ χρήσωμεν τῇ περὶ τὸν νόμον φυλακῇ τὰ σώματα
14μὴ φοβηθῶμεν τὸν δοκοῦντα ἀποκτέννειν
15μέγας γὰρ ψυχῆς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίῳ βασάνῳ κείμενος τοῖς παραβᾶσι τὴν ἐντολὴν τοῦ θεοῦ
16καθοπλισώμεθα τοιγαροῦν τὴν τοῦ θείου λογισμοῦ παθοκρατείαν
17οὕτω γὰρ θανόντας ἡμᾶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ὑποδέξονται καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν
18καὶ ἑνὶ ἑκάστῳ τῶν ἀποσπωμένων αὐτῶν ἀδελφῶν ἔλεγον οἱ περιλειπόμενοι μὴ καταισχύνῃς ἡμᾶς ἀδελφέ μηδὲ ψεύσῃ τοὺς προαποθανόντας ἡμῶν ἀδελφούς
19οὐκ ἀγνοεῖτε δὲ τὰ τῆς ἀδελφότητος φίλτρα ἅπερ ἡ θεία καὶ πάνσοφος πρόνοια διὰ πατέρων τοῖς γεννωμένοις ἐμέρισεν καὶ διὰ τῆς μητρῴας φυτεύσασα γαστρός
20ἐν ᾗ τὸν ἴσον ἀδελφοὶ κατοικήσαντες χρόνον καὶ ἐν τῷ αὐτῷ χρόνῳ πλασθέντες καὶ ἀπὸ τοῦ αὐτοῦ αἵματος αὐξηθέντες καὶ διὰ τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες
21καὶ διὰ τῶν ἴσων ἀποτεχθέντες χρόνων καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν ἀφ’ ὧν συντρέφονται ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί
22καὶ αὔξονται σφοδρότερον διὰ συντροφίας καὶ τῆς καθ’ ἡμέραν συνηθείας καὶ τῆς ἄλλης παιδείας καὶ τῆς ἡμετέρας ἐν νόμῳ θεοῦ ἀσκήσεως
23οὕτως δὴ τοίνυν καθεστηκυίης συμπαθοῦς τῆς φιλαδελφίας οἱ ἑπτὰ ἀδελφοὶ συμπαθέστερον ἔσχον πρὸς ἀλλήλους
24νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετὰς καὶ τῷ δικαίῳ συντραφέντες βίῳ μᾶλλον ἑαυτοὺς ἠγάπων
25ἡ γὰρ ὁμοζηλία τῆς καλοκἀγαθίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ ὁμόνοιαν
26σὺν γὰρ τῇ εὐσεβείᾳ ποθεινοτέραν αὑτοῖς κατεσκεύαζον τὴν φιλαδελφίαν
27ἀλλ’ ὅμως καίπερ τῆς φύσεως καὶ τῆς συνηθείας καὶ τῶν τῆς ἀρετῆς ἠθῶν τὰ τῆς ἀδελφότητος αὐτοῖς φίλτρα συναυξόντων ἀνέσχοντο διὰ τὴν εὐσέβειαν τοὺς ἀδελφοὺς οἱ ὑπολειπόμενοι τοὺς καταικιζομένους ὁρῶντες μέχρι θανάτου βασανιζομένους