Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 2 Esdra (Esdra e Neemia) - 17

2 Esdra (Esdra e Neemia)

17 1καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται
2καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
3καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ
4καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι
5καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
6καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
7μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ Ισραηλ
8υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
9υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
10υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
11υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
12υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
13υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
14υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
15υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
16υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
17υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
18υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
19υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
20υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
21υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
22υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
23υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
24υἱοὶ Αριφ ἑκατὸν δώδεκα
25υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
26υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
27υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
28ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
29ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
30ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
31ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
32ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς
33ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο
34ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
35υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
36υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
37υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς
38υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
39οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
40υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
41υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
42υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
43οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες
44οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
45οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
46οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
47υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
48υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
49υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
50υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
51υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
52υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
53υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
54υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
55υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
56υἱοὶ Νισια υἱοὶ Ατιφα
57υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
58υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
59υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
60πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
61καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν
62υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
63καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ’ ὀνόματι αὐτῶν
64οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
65καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων
66καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
67πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε
68ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
69κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
70καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα
71καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας
72καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά
73καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν