Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - Ebrei - 3

Ebrei

3 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸀Ἰησοῦν,
3,1 Ἰησοῦν WH Treg NIV ] + Χριστόν RP
πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐν τῷ οἴκῳ αὐτοῦ.
3,2 ἐν Holmes WHmarg ] + ὅλῳ WH Treg NIV RP
πλείονος γὰρ ⸂οὗτος δόξης⸃ παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
3,3 οὗτος δόξης WH Treg NIV ] δόξης οὗτος RP
πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲ πάντα κατασκευάσας θεός.
3,4 δὲ WH Treg NIV ] + τὰ RP
5καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὅς οἶκός ἐσμεν ἡμεῖς, ⸀ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ⸀ἐλπίδος κατάσχωμεν.
3,6 ὅς Holmes ] οὗ WH Treg NIV RP • ἐὰν WH Treg ] ἐάνπερ NIV RP • ἐλπίδος NIV ] + μέχρι τέλους βεβαίαν WH Treg RP
7Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
οὗ ⸀ἐπείρασαν οἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ⸃ καὶ εἶδον τὰ ἔργα μου
3,9 ἐπείρασαν WH Treg NIV ] + με RP • ἐν δοκιμασίᾳ WH Treg NIV ] ἐδοκιμασάν με RP
τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ⸀ταύτῃ καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
3,10 ταύτῃ WH Treg NIV ] ἐκείνῃ RP
11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
12βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸂τις ἐξ ὑμῶν⸃ ἀπάτῃ τῆς ἁμαρτίας·
3,13 τις ἐξ ὑμῶν WH Treg NIV ] ἐξ ὑμῶν τις RP
μέτοχοι γὰρ ⸂τοῦ Χριστοῦ γεγόναμεν⸃, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
3,14 τοῦ Χριστοῦ γεγόναμεν WH Treg NIV ] γεγόναμεν τοῦ Χριστοῦ RP
15ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
16τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
17τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
18τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;
19καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.

Note al testo

3,1 Ἰησοῦν WH Treg NIV ] + Χριστόν RP
3,2 ἐν Holmes WHmarg ] + ὅλῳ WH Treg NIV RP
3,3 οὗτος δόξης WH Treg NIV ] δόξης οὗτος RP
3,4 δὲ WH Treg NIV ] + τὰ RP
3,6 ὅς Holmes ] οὗ WH Treg NIV RP • ἐὰν WH Treg ] ἐάνπερ NIV RP • ἐλπίδος NIV ] + μέχρι τέλους βεβαίαν WH Treg RP
3,9 ἐπείρασαν WH Treg NIV ] + με RP • ἐν δοκιμασίᾳ WH Treg NIV ] ἐδοκιμασάν με RP
3,10 ταύτῃ WH Treg NIV ] ἐκείνῃ RP
3,13 τις ἐξ ὑμῶν WH Treg NIV ] ἐξ ὑμῶν τις RP
3,14 τοῦ Χριστοῦ γεγόναμεν WH Treg NIV ] γεγόναμεν τοῦ Χριστοῦ RP