Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Maccabei - 10

1 Maccabei

10 1καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανὴς καὶ κατελάβετο Πτολεμαίδα καὶ ἐπεδέξαντο αὐτόν καὶ ἐβασίλευσεν ἐκεῖ
2καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον
3καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν
4εἶπεν γάρ προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ’ αὐτῶν πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ’ ἡμῶν
5μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος
6καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ
7καὶ ἦλθεν Ιωναθαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας
8καὶ ἐφοβήθησαν φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν
9καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ιωναθαν τὰ ὅμηρα καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν
10καὶ ᾤκησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν
11καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν καὶ ἐποίησαν οὕτως
12καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς ᾠκοδόμησεν Βακχίδης
13καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ
14πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα ἦν γὰρ εἰς φυγαδευτήριον
15καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναθαν καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τοὺς κόπους οὓς ἔσχον
16καὶ εἶπεν μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν
17καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων
18βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ιωναθαν χαίρειν
19ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος
20καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίας πρὸς ἡμᾶς
21καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά
22καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπεν
23τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ιουδαίοις εἰς στήριγμα
24γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν
25καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ιουδαίων χαίρειν
26ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν ἠκούσαμεν καὶ ἐχάρημεν
27καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ’ ὧν ποιεῖτε μεθ’ ἡμῶν
28καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα
29καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ιουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων
30καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ γῆς Ιουδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον
31καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς αἱ δεκάται καὶ τὰ τέλη
32ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ καὶ δίδωμι τῷ ἀρχιερεῖ ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας οὓς ἂν αὐτὸς ἐκλέξηται τοῦ φυλάσσειν αὐτήν
33καὶ πᾶσαν ψυχὴν Ιουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ιουδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν
34καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου
35καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος
36καὶ προγραφήτωσαν τῶν Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως
37καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις καὶ ἐκ τούτων κατασταθήσονται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν καὶ οἱ ἐπ’ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ιουδα
38καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ Ιουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ’ ἕνα τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ’ ἢ τοῦ ἀρχιερέως
39Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ιερουσαλημ εἰς τὴν καθήκουσαν δαπάνην τοῖς ἁγίοις
40κἀγὼ δίδωμι κατ’ ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων
41καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν ὡς ἐν τοῖς πρώτοις ἔτεσιν ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου
42καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ’ ἐνιαυτόν καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν
43καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀφείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα ἀπολελύσθωσαν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου
44καὶ τοῦ οἰκοδομηθῆναι καὶ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως
45καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ιερουσαλημ καὶ ὀχυρῶσαι κυκλόθεν καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη ἐν τῇ Ιουδαίᾳ
46ὡς δὲ ἤκουσεν Ιωναθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ισραηλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα
47καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας
48καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου
49καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἴσχυσεν ἐπ’ αὐτούς
50καὶ ἐστερέωσεν τὸν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
51καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων
52ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν
53καὶ συνῆψα πρὸς αὐτὸν μάχην καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ’ ἡμῶν καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ
54καὶ νῦν στήσωμεν πρὸς αὑτοὺς φιλίαν καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου
55καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων ἀγαθὴ ἡμέρα ἐν ᾗ ἐπέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν
56καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα ὅπως ἴδωμεν ἀλλήλους καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας
57καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ
58καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι καθὼς οἱ βασιλεῖς ἐν δόξῃ μεγάλῃ
59καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς Ιωναθη ἐλθεῖν εἰς συνάντησιν αὐτῷ
60καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν
61καὶ ἐπισυνήχθησαν ἐπ’ αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ ἄνδρες παράνομοι ἐντυχεῖν κατ’ αὐτοῦ καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς
62καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν καὶ ἐποίησαν οὕτως
63καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ’ αὐτοῦ καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ ἐξέλθατε μετ’ αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ’ αὐτοῦ περὶ μηδενὸς πράγματος καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου
64καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξεν καὶ περιβεβλημένον αὐτὸν πορφύραν καὶ ἔφυγον πάντες
65καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην
66καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ μετ’ εἰρήνης καὶ εὐφροσύνης
67καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθεν Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ
68καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν
69καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας καὶ συνήγαγεν δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐπὶ Ιάμνειαν καὶ ἀπέστειλεν πρὸς Ιωναθαν τὸν ἀρχιερέα λέγων
70σὺ μονώτατος ἐπαίρῃ ἐφ’ ἡμᾶς ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ καὶ διὰ τί σὺ ἐξουσιάζῃ ἐφ’ ἡμᾶς ἐν τοῖς ὄρεσι
71νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ ὅτι μετ’ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων
72ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν καὶ λέγουσιν οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν
73καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν
74ὡς δὲ ἤκουσεν Ιωναθαν τῶν λόγων Ἀπολλωνίου ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ Ιερουσαλημ καὶ συνήντησεν αὐτῷ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτῷ
75καὶ παρενέβαλεν ἐπὶ Ιοππην καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τῆς πόλεως ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ιοππη καὶ ἐπολέμησαν αὐτήν
76καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως καὶ ἐκυρίευσεν Ιωναθαν Ιοππης
77καὶ ἤκουσεν Ἀπολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ’ αὐτῇ
78καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον
79καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶν
80καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης
81ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν Ιωναθαν καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν
82καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψεν πρὸς τὴν φάλαγγα ἡ γὰρ ἵππος ἐξελύθη καὶ συνετρίβησαν ὑπ’ αὐτοῦ καὶ ἔφυγον
83καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι
84καὶ ἐνεπύρισεν Ιωναθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί
85καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους
86καὶ ἀπῆρεν ἐκεῖθεν Ιωναθαν καὶ παρενέβαλεν ἐπὶ Ἀσκαλῶνα καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ
87καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ σὺν τοῖς παρ’ αὐτοῦ ἔχοντες σκῦλα πολλά
88καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους καὶ προσέθετο ἔτι δοξάσαι τὸν Ιωναθαν
89καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν ὡς ἔθος ἐστὶν δίδοσθαι τοῖς συγγενέσιν τῶν βασιλέων καὶ ἔδωκεν αὐτῷ τὴν Ακκαρων καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν