Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16

Marco

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 2 Καὶ ⸀εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ ⸀ἡμερῶν ἠκούσθη ὅτι ⸂ἐν οἴκῳ⸃ ἐστίν·
2,εἰσελθὼν WH Treg NIV ] εἰσῆλθεν RP • ἡμερῶν WH Treg NIV ] + καὶ RP • ἐν οἴκῳ WH Treg NIV ] εἰς οἶκόν RP
NT greco ⸀καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
2,καὶ WH NIV ] + εὐθέως Treg RP
NT greco καὶ ἔρχονται ⸂φέροντες πρὸς αὐτὸν παραλυτικὸν⸃ αἰρόμενον ὑπὸ τεσσάρων.
2,φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NIV ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
NT greco καὶ μὴ δυνάμενοι ⸀προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ⸀ὅπου ὁ παραλυτικὸς κατέκειτο.
2,προσενέγκαι WH NIV ] προσεγγίσαι Treg RP • ὅπου WH Treg NIV ] ἐφ᾽ ᾧ RP
NT greco ⸂καὶ ἰδὼν⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ⸂ἀφίενταί σου⸃ αἱ ⸀ἁμαρτίαι.
2,καὶ ἰδὼν WH NIV ] ἰδὼν δὲ Treg RP • ἀφίενταί σου WH Treg NIV ] ἀφέωνταί σοι RP • ἁμαρτίαι WH Treg NIV ] + σου RP
NT greco 2,6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
NT greco Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός;
2,βλασφημεῖ WH Treg NIV ] βλασφημίας RP
NT greco καὶ ⸀εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως διαλογίζονται ἐν ἑαυτοῖς ⸀λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
2,εὐθὺς WH Treg NIV ] εὐθέως RP • οὕτως WH Treg NIV ] + αὐτοὶ RP • λέγει WH Treg NIV ] εἶπεν RP
NT greco τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ ἆρον ⸂τὸν κράβαττόν σου⸃ καὶ περιπάτει;
2,Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP • Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP • τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
NT greco ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας⸃— λέγει τῷ παραλυτικῷ·
2,ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
NT greco Σοὶ λέγω, ⸀ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
2,ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP
NT greco καὶ ἠγέρθη ⸂καὶ εὐθὺς⸃ ἄρας τὸν κράβαττον ἐξῆλθεν ⸀ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ⸂Οὕτως οὐδέποτε⸃ εἴδομεν.
2,καὶ εὐθὺς WH Treg NIV ] εὐθέως καὶ RP • ἔμπροσθεν WH NIV ] ἐναντίον Treg RP • Οὕτως οὐδέποτε WH Treg NIV ] Οὐδέποτε οὕτως RP
NT greco 2,13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
NT greco 2,14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
NT greco Καὶ ⸀γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ ⸀ἠκολούθουν αὐτῷ.
2,γίνεται WH NIV ] γίνεται ἐν τῷ Treg; ἐγένετο ἐν τῷ RP • ἠκολούθουν WH Treg NIV ] ἠκολούθησαν RP
NT greco καὶ οἱ γραμματεῖς ⸂τῶν Φαρισαίων⸃ ⸀ἰδόντες ⸂ὅτι ἐσθίει⸃ μετὰ τῶν ⸂ἁμαρτωλῶν καὶ τελωνῶν⸃ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ⸀Ὅτι μετὰ τῶν ⸂τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ⸀ἐσθίει;
2,τῶν Φαρισαίων WH Treg NIV ] καὶ οἱ Φαρισαῖοι RP • ἰδόντες WH NIV RP ] καὶ ἰδόντες Treg • ὅτι ἐσθίει WH NIV ] ὅτι ἤσθιεν Treg; αὐτὸν ἐσθίοντα RP • ἁμαρτωλῶν καὶ τελωνῶν WH Treg NIV ] τελωνῶν καὶ ἁμαρτωλῶν RP • Ὅτι WH Treg NIV ] Τί ὅτι RP • τελωνῶν καὶ ἁμαρτωλῶν WH NIV RP ] ἁμαρτωλῶν καὶ τῶν τελωνῶν Treg • ἐσθίει WH NIV ] + καὶ πίνει Treg RP
NT greco καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ⸀ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς.
2,ὅτι WH NIV ] - Treg RP • ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP
NT greco Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
2,Φαρισαῖοι WH Treg NIV ] τῶν Φαρισαίων RP • μαθηταὶ WH Treg NIV ] - RP
NT greco καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ⸂ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν⸃ οὐ δύνανται νηστεύειν·
2,ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν WH Treg NIV ] μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP
NT greco ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείνῃ τῇ ἡμέρᾳ⸃.
2,ἐκείνῃ τῇ ἡμέρᾳ WH Treg NIV ] ἐκείναις ταῖς ἡμέραις RP
NT greco ⸀Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ⸂ἱμάτιον παλαιόν⸃· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸀ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
2,Οὐδεὶς WH Treg NIV ] Καὶ οὐδεὶς RP • ἱμάτιον παλαιόν WH Treg NIV ] ἱματίῳ παλαιῷ RP • ἀπ’ WH NIV ] - Treg RP
NT greco καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήξει ὁ οἶνος⸃ τοὺς ἀσκούς, καὶ ὁ οἶνος ⸂ἀπόλλυται καὶ οἱ ἀσκοί⸃. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς ⸀καινούς.
2,ῥήξει ὁ οἶνος WH Treg NIV ] ῥήσσει ὁ οἶνος ὁ νέος RP • ἀπόλλυται καὶ οἱ ἀσκοί WH Treg NIV ] ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP • καινούς WH NIV ] + βλητέον Treg RP
NT greco Καὶ ἐγένετο ⸂αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι⸃ διὰ τῶν σπορίμων, καὶ ⸂οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο⸃ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
2,αὐτὸν … σάββασιν παραπορεύεσθαι NIV ]  αὐτὸν … σάββασιν διαπορεύεσθαι WH Treg; παραπορεύεσθαι αὐτὸν … σάββασιν RP • οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο WH Treg NIV ] ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP
NT greco καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ⸀ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
2,ποιοῦσιν WH Treg NIV ] + ἐν RP
NT greco καὶ ⸀λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ;
2,λέγει WH Treg NIV ] αὐτὸς ἔλεγεν RP
NT greco ⸀πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοὺς ἱερεῖς⸃, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
2,πῶς WH Treg RP NA ] - NIV • τοὺς ἱερεῖς WH NIV ] τοῖς ἱερεῦσιν Treg RP
NT greco καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο ⸀καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
2,καὶ WH Treg NIV ] - RP
NT greco 2,28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.