Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16

Marco

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 3 Καὶ εἰσῆλθεν πάλιν ⸀εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
3,εἰς WH ] + τὴν Treg NIV RP
NT greco καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸀κατηγορήσωσιν αὐτοῦ.
3,κατηγορήσωσιν WH NIV RP ] κατηγορήσουσιν Treg
NT greco καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντι ξηράν⸃· ⸀Ἔγειρε εἰς τὸ μέσον.
3,τὴν χεῖρα ἔχοντι ξηράν WH Treg ]  τὴν ξηράν χεῖρα ἔχοντι NIV; ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP • Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
NT greco καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
3,ἀγαθοποιῆσαι WH Treg RP ] ἀγαθὸν ποιῆσαι NIV
NT greco καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν ⸀χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ.
3,χεῖρα NIV ] + σου WH Treg RP • αὐτοῦ WH Treg NIV ] + ὑγιὴς ὡς ἡ ἄλλη RP
NT greco καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸀εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸀ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
3,εὐθὺς WH Treg NIV ] εὐθέως RP • ἐδίδουν WH Treg NIV ] ἐποίουν RP
NT greco Καὶ ὁ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν⸃ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας
3,μετὰ … αὐτοῦ ἀνεχώρησεν WH Treg NIV ] ἀνεχώρησεν μετὰ … αὐτοῦ RP • ἠκολούθησεν WH Treg NIV ] ἠκολούθησαν αὐτῷ RP
NT greco καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας ⸀καὶ πέραν τοῦ Ἰορδάνου ⸁καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ⸀ἀκούοντες ὅσα ⸀ἐποίει ἦλθον πρὸς αὐτόν.
3,⸀καὶ WH Treg RP NA ] + οἱ NIV • ⸁καὶ WH Treg NIV ] + οἱ RP • ἀκούοντες WH Treg NIV ] ἀκούσαντες RP • ἐποίει NIV RP ] ποιεῖ WH Treg
NT greco 3,9 καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν·
NT greco 3,10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.
NT greco καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν, προσέπιπτον⸃ αὐτῷ καὶ ⸀ἔκραζον ⸀λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
3,ἐθεώρουν προσέπιπτον WH Treg NIV ] ἐθεώρει προσέπιπτεν RP • ἔκραζον WH Treg NIV ] ἔκραζεν RP • λέγοντα WH Treg RP ] λέγοντες NIV
NT greco καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν⸃ ⸀ποιήσωσιν.
3,αὐτὸν φανερὸν WH Treg NIV ] φανερὸν αὐτὸν RP • ποιήσωσιν WH NIV RP ] ποιῶσιν Treg
NT greco 3,13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
NT greco καὶ ἐποίησεν ⸀δώδεκα, ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
3,δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NIV
NT greco καὶ ἔχειν ⸀ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια·
3,ἐξουσίαν WH Treg NIV ] θεραπεύειν τὰς νόσους καὶ RP
NT greco καὶ ⸂ἐποίησεν τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκεν ⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον,
3,ἐποίησεν τοὺς δώδεκα καὶ WH NIV ] - Treg RP • ὄνομα τῷ Σίμωνι WH Treg NIV ] τῷ Σίμωνι ὄνομα RP
NT greco καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ⸀ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς),
3,ὀνόματα Treg NIV RP ] ὄνομα WH 
NT greco καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ⸀Καναναῖον
3,Καναναῖον WH Treg NIV ] Κανανίτην RP
NT greco καὶ Ἰούδαν ⸀Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.
3,Ἰσκαριώθ WH Treg NIV ] Ἰσκαριώτην RP
NT greco Καὶ ⸀ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ⸀ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸀μηδὲ ἄρτον φαγεῖν.
3,ἔρχεται WH NIV RP ] ἔρχονται Treg • ὁ WH Treg NIV ] - RP • μηδὲ WH Treg NIV ] μήτε RP
NT greco 3,21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη.
NT greco 3,22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
NT greco 3,23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
NT greco 3,24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
NT greco καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ ⸀δυνήσεται ⸂ἡ οἰκία ἐκείνη σταθῆναι⸃·
3,δυνήσεται WH Treg NIV ] δύναται RP • ἡ οἰκία ἐκείνη σταθῆναι NIV ] ἡ οἰκία ἐκείνη στῆναι WH Treg; σταθῆναι ἡ οἰκία ἐκείνη RP
NT greco καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ⸀ἐμερίσθη, οὐ δύναται ⸀στῆναι ἀλλὰ τέλος ἔχει.
3,ἐμερίσθη WH NIV ] μεμέρισται Treg RP • στῆναι WH Treg NIV ] σταθῆναι RP
NT greco ⸂ἀλλ’ οὐδεὶς δύναται⸃ ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη⸃ αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει.
3,ἀλλ’ οὐδεὶς δύναται Treg ] ἀλλ᾽ οὐ δύναται οὐδεὶς WH NIV; οὐδεὶς δύναται RP • εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη WH Treg NIV ] τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν RP • διαρπάσει WH Treg NIV ] διαρπάσῃ RP
NT greco Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ καὶ ⸂αἱ βλασφημίαι ὅσα ἐὰν⸃ βλασφημήσωσιν·
3,τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα WH Treg NIV ] τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων RP • αἱ βλασφημίαι ὅσα ἐὰν WH Treg NIV ] βλασφημίαι ὅσας ἂν RP
NT greco ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ⸀ἁμαρτήματος.
3,ἁμαρτήματος WH Treg NIV ] κρίσεως RP
NT greco 3,30 ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.
NT greco ⸂Καὶ ἔρχονται⸃ ⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ⸃ καὶ ἔξω ⸀στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν ⸀καλοῦντες αὐτόν.
3,Καὶ ἔρχονται WH Treg ]  Καὶ ἔρχεται NIV; Ἔρχονται οὖν RP • ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ WH Treg NIV ] οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP • στήκοντες WH Treg NIV ] ἑστῶτες RP • καλοῦντες WH Treg NIV ] φωνοῦντες RP
NT greco καὶ ἐκάθητο ⸂περὶ αὐτὸν ὄχλος⸃, ⸂καὶ λέγουσιν⸃ αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίν σε.
3,περὶ αὐτὸν ὄχλος WH Treg NIV ] ὄχλος περὶ αὐτόν RP • καὶ λέγουσιν WH Treg NIV ] εἶπον δὲ RP • σου WH Treg NIV ] +  καὶ αἱ ἀδελφαί σου RP NA
NT greco καὶ ⸂ἀποκριθεὶς αὐτοῖς λέγει⸃· Τίς ἐστιν ἡ μήτηρ μου ⸀ἢ οἱ ἀδελφοί ⸀μου;
3,ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NIV ] ἀπεκρίθη αὐτοῖς λέγων RP • ἢ RP ] καὶ WH Treg NIV • μου Treg NIV RP ] - WH
NT greco καὶ περιβλεψάμενος ⸂τοὺς περὶ αὐτὸν κύκλῳ⸃ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
3,τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NIV ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
NT greco ὃς ⸀γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴ καὶ μήτηρ ἐστίν.
3,γὰρ Treg NIV RP ] - WH • ἀδελφὴ WH Treg NIV ] + μου RP