Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Matteo

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 20 20,1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
NT greco ⸂συμφωνήσας δὲ⸃ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
20,2 συμφωνήσας δὲ WH Treg NIV ] Καὶ συμφωνήσας RP
NT greco 20,3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
NT greco 20,4 καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν·
NT greco οἱ δὲ ἀπῆλθον. ⸀πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
20,5 πάλιν NIV RP ] + δὲ WH Treg NA
NT greco περὶ δὲ τὴν ⸀ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ⸀ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
20,6 ἑνδεκάτην WH Treg NIV ] + ὥραν RP • ἑστῶτας WH Treg NIV ] + ἀργούς RP
NT greco λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ⸀ἀμπελῶνα.
20,7 ἀμπελῶνα WH Treg NIV ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
NT greco ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ⸀αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
20,8 αὐτοῖς Treg NIV RP ] - WH
NT greco ⸂καὶ ἐλθόντες⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
20,9 καὶ ἐλθόντες Treg NIV RP ] ἐλθόντες δὲ WH
NT greco ⸂καὶ ἐλθόντες⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖον λήμψονται· καὶ ἔλαβον ⸂τὸ ἀνὰ δηνάριον καὶ αὐτοί⸃.
20,10 καὶ ἐλθόντες WH Treg NIV ] Ἐλθόντες δὲ RP • πλεῖον WH Treg NIV ] πλεῖονα RP • τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NIV ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
NT greco 20,11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
NT greco ⸀λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸂αὐτοὺς ἡμῖν⸃ ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
20,12 λέγοντες WH Treg NIV ] + ὅτι RP • αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NIV RP
NT greco ὁ δὲ ἀποκριθεὶς ⸂ἑνὶ αὐτῶν εἶπεν⸃· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
20,13 ἑνὶ αὐτῶν εἶπεν WH NIV ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
NT greco 20,14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
NT greco ⸀οὐκ ἔξεστίν μοι ⸂ὃ θέλω ποιῆσαι⸃ ἐν τοῖς ἐμοῖς; ⸀ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
20,15 οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA • ὃ θέλω ποιῆσαι WH Treg NIV ] ποιῆσαι ὃ θέλω RP • ἢ WH Treg NIV ] Εἰ RP
NT greco οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ⸀ἔσχατοι.
20,16 ἔσχατοι WH NIV ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP
NT greco ⸂Καὶ ἀναβαίνων ὁ⸃ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸀μαθητὰς κατ’ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ⸃ εἶπεν αὐτοῖς·
20,17 Καὶ ἀναβαίνων ὁ Treg NIV RP ] Μέλλων δὲ ἀναβαίνειν WH • μαθητὰς WH NIV RP ] - Treg • καὶ ἐν τῇ ὁδῷ WH Treg NA ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
NT greco 20,18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
NT greco καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται.
20,19 ἐγερθήσεται WH Treg NIV ] ἀναστήσεται RP
NT greco Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸀παρ’ αὐτοῦ.
20,20 παρ᾽ RP ] ἀπ᾽ WH Treg NIV
NT greco ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ⸀σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
20,21 σου Treg NIV RP ] - WH
NT greco ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω ⸀πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα.
20,22 πίνειν WH Treg NIV ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP
NT greco ⸀λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμων οὐκ ἔστιν ⸀ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
20,23 λέγει WH Treg NIV ] Καὶ λέγει RP • πίεσθε WH Treg NIV ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP • εὐωνύμων WH Treg NIV ] + μου RP • ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA
NT greco 20,24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
NT greco 20,25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
NT greco οὐχ οὕτως ⸀ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ⸀ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
20,26 ἔσται NIV ] δέ ἔσται RP; ἐστὶν WH Treg • ἂν WH Treg ] ἐὰν NIV RP
NT greco καὶ ὃς ⸀ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸀ἔσται ὑμῶν δοῦλος·
20,27 ἂν WH Treg NIV ] ἐὰν RP • ἔσται WH Treg NIV ] ἔστω RP
NT greco 20,28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
NT greco 20,29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
NT greco καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
20,30 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA • υἱὸς WH Treg RP NA ] υἱὲ NIV
NT greco ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
20,31 ἔκραξαν WH Treg NIV ] ἔκραζον RP • Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA • υἱὸς WH Treg RP NA ] υἱὲ NIV
NT greco 20,32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν;
NT greco λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν⸃.
20,33 ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NIV ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP
NT greco σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτων αὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.
20,34 ὀμμάτων WH Treg NIV ] ὀφθαλμῶν RP • ἀνέβλεψαν WH Treg NIV ] + αὐτῶν οἱ ὀφθαλμοί RP