Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
10
11
12
13
14
15
16

1 Corinzi

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 16 16,1 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
NT greco κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ⸀ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
16,2 σαββάτου WH Treg NIV ] σαββάτων RP • ἐὰν WH Treg NIV ] ἂν RP
NT greco ὅταν δὲ παραγένωμαι, οὓς ⸀ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
16,3 ἐὰν WH NIV RP ] ἂν Treg
NT greco ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
16,4 ἄξιον ᾖ WH Treg NIV ] ᾖ ἄξιον RP
NT greco 16,5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι,
NT greco πρὸς ὑμᾶς δὲ τυχὸν ⸀παραμενῶ ἢ ⸀καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
16,6 παραμενῶ Treg NIV RP ] καταμενῶ WH • καὶ Treg NIV RP ] - WH
NT greco οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ.
16,7 γὰρ WH Treg NIV ] δὲ RP • ἐπιτρέψῃ WH Treg NIV ] ἐπιτρέπῃ RP
NT greco ⸀ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
16,8 ἐπιμενῶ Treg NIV RP ] ἐπιμένω WH
NT greco 16,9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
NT greco Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς ⸀κἀγώ·
16,10 κἀγώ NIV Treg RP ] ἐγώ WH
NT greco μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός ⸀με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
16,11 με WH NIV RP ] ἐμέ Treg
NT greco 16,12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
NT greco 16,13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
NT greco 16,14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
NT greco 16,15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
NT greco 16,16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
NT greco χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ⸀ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,
16,17 ὑμέτερον WH Treg NIV ] ὑμῶν RP
NT greco 16,18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
NT greco Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.
16,19 ἀσπάζεται WH NIV ] ἀσπάζονται Treg RP • Πρίσκα WH Treg NIV ] Πρίσκιλλα RP
NT greco 16,20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
NT greco 16,21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
NT greco εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον, ἤτω ἀνάθεμα. ⸂Μαράνα θά⸃.
16,22 κύριον WH Treg NIV ] + Ἰησοῦν Χριστόν RP • Μαράνα θά NIV] Μαρὰν ἀθά WH Treg RP
NT greco ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθ’ ὑμῶν.
16,23 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
NT greco ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.
16,24 Ἰησοῦ WH Treg NIV ] + Ἀμήν RP