Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 4 Maccabei - 18

4 Maccabei

AT greco Torna al libro

NT greco

AT greco 18 18,1ὦ τῶν Αβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ισραηλῖται πείθεσθε τῷ νόμῳ τούτῳ καὶ πάντα τρόπον εὐσεβεῖτε
AT greco 18,2γινώσκοντες ὅτι τῶν παθῶν ἐστιν δεσπότης ὁ εὐσεβὴς λογισμὸς καὶ οὐ μόνον τῶν ἔνδοθεν ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων
AT greco 18,3ἀνθ’ ὧν διὰ τὴν εὐσέβειαν προέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν
AT greco 18,4καὶ δι’ αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενοι ἐκπεπόρθηκαν τοὺς πολεμίους
AT greco 18,5καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται καὶ ἀποθανὼν κολάζεται ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ιεροσολυμίτας ἀλλοφυλῆσαι καὶ τῶν πατρίων ἐθῶν ἐκδιαιτηθῆναι τότε ἀπάρας ἀπὸ τῶν Ιεροσολύμων ἐστράτευσεν ἐπὶ Πέρσας
AT greco 18,6ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα τὰ δικαιώματα τοῖς τέκνοις
AT greco 18,7ὅτι ἐγὼ ἐγενήθην παρθένος ἁγνὴ οὐδὲ ὑπερέβην πατρικὸν οἶκον ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν
AT greco 18,8οὐδὲ ἔφθειρέν με λυμεὼν ἐρημίας φθορεὺς ἐν πεδίῳ οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις
AT greco 18,9ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν ὁ πατὴρ αὐτῶν μακάριος μὲν ἐκεῖνος τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζήσας τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν
AT greco 18,10ὃς ἐδίδασκεν ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν τὸν νόμον καὶ τοὺς προφήτας
AT greco 18,11τὸν ἀναιρεθέντα Αβελ ὑπὸ Καιν ἀνεγίνωσκέν τε ὑμῖν καὶ τὸν ὁλοκαρπούμενον Ισαακ καὶ τὸν ἐν φυλακῇ Ιωσηφ
AT greco 18,12ἔλεγεν δὲ ὑμῖν τὸν ζηλωτὴν Φινεες ἐδίδασκέν τε ὑμᾶς τοὺς ἐν πυρὶ Ανανιαν καὶ Αζαριαν καὶ Μισαηλ
AT greco 18,13ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιηλ ὃν ἐμακάριζεν
AT greco 18,14ὑπεμίμνῃσκεν δὲ ὑμᾶς καὶ τὴν Ησαιου γραφὴν τὴν λέγουσαν κἂν διὰ πυρὸς διέλθῃς φλὸξ οὐ κατακαύσει σε
AT greco 18,15τὸν ὑμνογράφον ἐμελῴδει ὑμῖν Δαυιδ λέγοντα πολλαὶ αἱ θλίψεις τῶν δικαίων
AT greco 18,16τὸν Σαλωμῶντα ἐπαροιμίαζεν ὑμῖν λέγοντα ξύλον ζωῆς ἐστιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα
AT greco 18,17τὸν Ιεζεκιηλ ἐπιστοποίει τὸν λέγοντα εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα
AT greco 18,18ᾠδὴν μὲν γάρ ἣν ἐδίδαξεν Μωυσῆς οὐκ ἐπελάθετο διδάσκων τὴν λέγουσαν
AT greco 18,19ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω αὕτη ἡ ζωὴ ὑμῶν καὶ ἡ μακρότης τῶν ἡμερῶν
AT greco 18,20ὦ πικρᾶς τῆς τότε ἡμέρας καὶ οὐ πικρᾶς ὅτε ὁ πικρὸς Ἑλλήνων τύραννος πῦρ πυρὶ σβέσας λέβησιν ὠμοῖς καὶ ζέουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Αβρααμίτιδος
AT greco 18,21τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν καὶ γλώσσας ἐξέτεμεν καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν
AT greco 18,22ὑπὲρ ὧν ἡ θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα τύραννον
AT greco 18,23οἱ δὲ Αβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφόρῳ μητρὶ εἰς πατέρων χορὸν συναγελάζονται ψυχὰς ἁγνὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ θεοῦ
AT greco 18,24ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων αμην