Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 20 20,1 ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος
AT greco 20,2 ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι
AT greco 20,3 καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται
AT greco 20,4 ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα
AT greco 20,5 ἔστιν σιωπῶν εὑρισκόμενος σοφός καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς
AT greco 20,6 ἔστιν σιωπῶν οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν
AT greco 20,7 ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν
AT greco 20,8 ὁ πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται
AT greco 20,9 ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν
AT greco 20,10 ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν
AT greco 20,11 ἔστιν ἐλάττωσις ἕνεκεν δόξης καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν
AT greco 20,12 ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον
AT greco 20,13 ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει χάριτες δὲ μωρῶν ἐκχυθήσονται
AT greco 20,14 δόσις ἄφρονος οὐ λυσιτελήσει σοι οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ’ ἑνὸς πολλοί
AT greco 20,15 ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει μισητὸς ἄνθρωπος ὁ τοιοῦτος
AT greco 20,16 μωρὸς ἐρεῖ οὐχ ὑπάρχει μοι φίλος καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου
AT greco 20,17 οἱ ἔσθοντες τὸν ἄρτον αὐτοῦ φαῦλοι γλώσσῃ ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ
AT greco 20,18 ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει
AT greco 20,19 ἄνθρωπος ἄχαρις μῦθος ἄκαιρος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται
AT greco 20,20 ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς
AT greco 20,21 ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται
AT greco 20,22 ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι’ αἰσχύνην καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν
AT greco 20,23 ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν
AT greco 20,24 μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται
AT greco 20,25 αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν
AT greco 20,26 ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς
AT greco 20,27 ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν
AT greco 20,28 ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν
AT greco 20,29 ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς
AT greco 20,30 σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις
AT greco 20,31 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ