Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

NOVAVULGATA

Nova Vulgata

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
BibbiaEDU-logo

Nova Vulgata - Vetus Testamentum - Thobis - 7

Thobis

Nova Vulgata Torna al libro

AT greco

Nova Vulgata 7 Et cum venisset in Ecbatana, dixit illi: «Azaria frater, duc me ad Raguel, fratrem nostrum, viam rectam». Et duxit eum ad domum Raguel, et invenerunt illum sedentem circa ostium atrii sui et salutaverunt illum priores. Et ille dixit eis: «Bene valeatis, fratres, intrate salvi et sani». Et induxit eos in domum suam.
1 Viam rectam: cum S p r
AT greco TbBA7,1καὶ ἦλθον εἰς Ἐκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ Σαρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν
TbS7,1καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα λέγει αὐτῷ Αζαρια ἄδελφε ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι καὶ εἶπεν αὐτοῖς χαίρετε πολλά ἀδελφοί καὶ καλῶς ἤλθατε ὑγιαίνοντες καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ
Nova Vulgata 7,2Et dixit Ednae uxori suae: «Quam similis est hic iuvenis Thobi fratri meo!».
AT greco TbBA7,2καὶ εἶπεν Ραγουηλ Εδνα τῇ γυναικὶ αὐτοῦ ὡς ὅμοιος ὁ νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου
TbS7,2καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ ὡς ὅμοιος ὁ νεανίσκος οὗτος Τωβει τῷ ἀδελφῷ μου
Nova Vulgata 7,3Et interrogavit illos Edna et dixit eis: «Unde estis, fratres?». Et dixerunt illi: «Ex filiis Nephthali nos sumus captivis in Nineve».
AT greco TbBA7,3καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ πόθεν ἐστέ ἀδελφοί καὶ εἶπαν αὐτῷ ἐκ τῶν υἱῶν Νεφθαλι τῶν αἰχμαλώτων ἐν Νινευη
TbS7,3καὶ ἠρώτησεν αὐτοὺς Εδνα καὶ εἶπεν αὐτοῖς πόθεν ἐστέ ἀδελφοί καὶ εἶπαν αὐτῇ ἐκ τῶν υἱῶν Νεφθαλιμ ἡμεῖς τῶν αἰχμαλωτισθέντων ἐν Νινευη
Nova Vulgata Et dixit eis: «Nostis Thobin fratrem nostrum?». Et dixerunt ei: «Novimus illum». Et dixit eis: «Fortis est?».
4 Fortis: cum m g p r
AT greco TbBA7,4καὶ εἶπεν αὐτοῖς γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμῶν οἱ δὲ εἶπαν γινώσκομεν
TbS7,4καὶ εἶπεν αὐτοῖς γινώσκετε Τωβιν τὸν ἀδελφὸν ἡμῶν καὶ εἶπαν αὐτῇ γινώσκομεν ἡμεῖς αὐτόν
Nova Vulgata 7,5Et dixerunt illi: «Fortis est et vivit». Et Thobias dixit: «Pater meus est».
AT greco TbBA7,5καὶ εἶπεν αὐτοῖς ὑγιαίνει οἱ δὲ εἶπαν καὶ ζῇ καὶ ὑγιαίνει καὶ εἶπεν Τωβιας πατήρ μού ἐστιν
TbS7,5καὶ εἶπεν αὐτοῖς ὑγιαίνει καὶ εἶπαν αὐτῇ ὑγιαίνει καὶ ζῇ καὶ εἶπεν Τωβιας ὁ πατήρ μού ἐστιν
Nova Vulgata 7,6Et exsilivit Raguel et osculatus est illum lacrimans
AT greco TbBA7,6καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐλυπήθη καὶ ἔκλαυσεν
TbS7,6καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν καὶ ἐλάλησεν καὶ εἶπεν αὐτῷ εὐλογία σοι γένοιτο παιδίον ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ πατρός ὦ ταλαιπώρων κακῶν ὅτι ἐτυφλώθη ἀνὴρ δίκαιος καὶ ποιῶν ἐλεημοσύνας καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Τωβια τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν
Nova Vulgata 7,7et dixit: «Benedictio tibi sit, fili, boni et optimi patris fili. O infelicitas malorum, quia excaecatus est vir iustus et faciens eleemosynas!». Et incubuit lacrimans super collum Thobiae filii fratris sui.
AT greco TbBA7,7καὶ Εδνα ἡ γυνὴ αὐτοῦ καὶ Σαρρα ἡ θυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως
TbS7,7καὶ Εδνα ἡ γυνὴ αὐτοῦ ἔκλαυσεν αὐτόν καὶ Σαρρα ἡ θυγάτηρ αὐτῶν ἔκλαυσεν καὶ αὐτή
Nova Vulgata 7,8Et Edna uxor eius lacrimata est super eum, et Sara filia eorum lacrimata est et ipsa.
AT greco TbBA7,8καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα
TbS7,8καὶ ἔθυσεν κριὸν ἐκ προβάτων καὶ ὑπεδέξατο αὐτοὺς προθύμως
Nova Vulgata 7,9Et occidit arietem ex ovibus et suscepit illos libenter. Et, postquam laverunt et se purificaverunt et discubuerunt ad cenandum, dixit Thobias ad Raphael: «Azaria frater, dic Raguel, ut det mihi Saram sororem meam».
AT greco TbBA7,9εἶπεν δὲ Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ καὶ τελεσθήτω τὸ πρᾶγμα
TbS7,9καὶ ὅτε ἐλούσαντο καὶ ἐνίψαντο καὶ ἀνέπεσαν δειπνῆσαι εἶπεν Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε εἰπὸν Ραγουηλ ὅπως δῷ μοι Σαρραν τὴν ἀδελφήν μου
Nova Vulgata Et audivit Raguel hunc sermonem et dixit puero: «Manduca et bibe et suaviter tibi sit hac nocte. Non est enim homo, quem oporteat accipere Saram filiam meam nisi tu, frater. Similiter et mihi non licet eam dare alii viro nisi tibi, quia tu proximus mihi es. Verum autem tibi dicam, fili.
10 Homo: cum S R - nisi: cum S x
AT greco TbBA7,10καὶ μετέδωκεν τὸν λόγον τῷ Ραγουηλ καὶ εἶπεν Ραγουηλ πρὸς Τωβιαν φάγε καὶ πίε καὶ ἡδέως γίνου σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν
TbS7,10καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ ἄδελφε ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ ὅτι σὺ ἔγγιστά μου καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω παιδίον
Nova Vulgata Tradidi illam viris septem fratribus nostris, et omnes mortui sunt nocte, cum intrabant ad eam. Et nunc, fili, manduca et bibe, et Dominus faciet in vobis». Et dixit Thobias: «Hinc non edam neque bibam, donec, quae sunt ad me, confirmes». Et Raguel dixit ei: «Facio; et ipsa datur tibi secundum iudicium libri Moysis, et de caelo iudicatum est tibi illam dari. Duc sororem tuam; amodo tu illius frater es, et haec tua soror est. Datur tibi ex hodierno et in aeternum. Et Dominus caeli bene disponat vobis, fili, hac nocte et faciat misericordiam et pacem».
11 Iudicium: cum S B R b m g x r p
AT greco TbBA7,11ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν ἀπεθνῄσκοσαν ὑπὸ τὴν νύκτα ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου
TbS7,11ἔδωκα αὐτὴν ἑπτὰ ἀνδράσιν τῶν ἀδελφῶν ἡμῶν καὶ πάντες ἀπέθανον τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν καὶ νῦν παιδίον φάγε καὶ πίε καὶ κύριος ποιήσει ἐν ὑμῖν
Nova Vulgata Et accersivit Raguel Saram filiam suam, et accessit ad illum. Et, apprehensa manu illius, tradidit eam illi et dixit: «Duc secundum legem et iudicium, quod scriptum est in libro Moysis dari tibi uxorem. Habe et duc ad patrem tuum sanus. Et Deus caeli det vobis bonum iter et pacem».
12 Libro: cum S R B m g x
Caeli: cum S b m g
AT greco TbBA7,12καὶ εἶπεν Τωβιας οὐ γεύσομαι οὐδὲν ὧδε ἕως ἂν στήσητε καὶ σταθῆτε πρός με καὶ εἶπεν Ραγουηλ κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν σὺ δὲ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτή σού ἐστιν ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα
TbS7,12καὶ εἶπεν Τωβιας οὐ μὴ φάγω ἐντεῦθεν οὐδὲ μὴ πίω ἕως ἂν διαστήσῃς τὰ πρὸς ἐμέ καὶ εἶπεν αὐτῷ Ραγουηλ ὅτι ποιῶ καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως καὶ ἐκ τοῦ οὐρανοῦ κέκριταί σοι δοθῆναι κομίζου τὴν ἀδελφήν σου ἀπὸ τοῦ νῦν σὺ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτὴ ἀδελφή σου δέδοταί σοι ἀπὸ τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα καὶ ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσει ὑμᾶς παιδίον τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ’ ὑμᾶς ἔλεος καὶ εἰρήνην
Nova Vulgata 7,13Et vocavit matrem eius et praecepit afferri chartam, ut faceret conscriptionem coniugii et quemadmodum tradidit illam uxorem ei secundum iudicium legis Moysis. Et attulit mater illius chartam, et ille scripsit et signavit.
AT greco TbBA7,13καὶ ἐκάλεσεν Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν τῷ Τωβια γυναῖκα καὶ εἶπεν ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου καὶ εὐλόγησεν αὐτούς
TbS7,13καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν αὐτῷ καὶ εἶπεν κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τῇ βίβλῳ Μωυσέως δοῦναί σοι τὴν γυναῖκα ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων καὶ ὁ θεὸς τοῦ οὐρανοῦ εὐοδώσαι ὑμῖν εἰρήνην
Nova Vulgata 7,14Et ex illa hora coeperunt manducare et bibere.
AT greco TbBA7,14καὶ ἐκάλεσεν Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ λαβὼν βιβλίον ἔγραψεν συγγραφήν καὶ ἐσφραγίσαντο καὶ ἤρξαντο ἐσθίειν
TbS7,14καὶ ἐκάλεσεν τὴν μητέρα αὐτῆς καὶ εἶπεν ἐνεγκεῖν βιβλίον καὶ ἔγραψεν συγγραφὴν βιβλίου συνοικήσεως καὶ ὡς δίδωσιν αὐτὴν αὐτῷ γυναῖκα κατὰ τὴν κρίσιν τοῦ Μωυσέως νόμου ἀπ’ ἐκείνου ἤρξαντο φαγεῖν καὶ πιεῖν
Nova Vulgata 7,15Et vocavit Raguel Ednam uxorem suam et dixit illi: «Soror, praepara cubiculum aliud et introduc eam illuc».
AT greco TbBA7,15καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ἀδελφή ἑτοίμασον τὸ ἕτερον ταμίειον καὶ εἰσάγαγε αὐτήν
TbS7,15καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ἀδελφή ἑτοίμασον τὸ ταμίειον τὸ ἕτερον καὶ εἰσάγαγε αὐτὴν ἐκεῖ
Nova Vulgata 7,16Et abiens stravit, sicut illi dixit, et introduxit eam illuc et lacrimata est causa illius et extersit lacrimas et dixit illi:
AT greco TbBA7,16καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ
TbS7,16καὶ βαδίσασα ἔστρωσεν εἰς τὸ ταμίειον ὡς εἶπεν αὐτῇ καὶ ἤγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν περὶ αὐτῆς καὶ ἀπεμάξατο τὰ δάκρυα καὶ εἶπεν αὐτῇ
Nova Vulgata 7,17«Forti animo esto, filia. Dominus caeli det tibi gaudium pro taedio tuo. Forti animo esto!». Et exiit.
AT greco TbBA7,17θάρσει τέκνον ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης θάρσει θύγατερ
TbS7,17θάρσει θύγατερ ὁ κύριος τοῦ οὐρανοῦ δῴη σοι χαρὰν ἀντὶ τῆς λύπης σου θάρσει θύγατερ καὶ ἐξῆλθεν