Rut
AT greco Torna al libro
Interconfessionale Vai al libro
AT greco
4,4
κἀγὼ εἶπα ἀποκαλύψω τὸ οὖς σου λέγων κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου εἰ ἀγχιστεύεις ἀγχίστευε εἰ δὲ μὴ ἀγχιστεύεις ἀνάγγειλόν μοι καὶ γνώσομαι ὅτι οὐκ ἔστιν πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι κἀγώ εἰμι μετὰ σέ ὁ δὲ εἶπεν ἐγώ εἰμι ἀγχιστεύσω
AT greco
4,5
καὶ εἶπεν Βοος ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμιν καὶ παρὰ Ρουθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ
AT greco
4,7
καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ισραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πᾶν λόγον καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ καὶ τοῦτο ἦν μαρτύριον ἐν Ισραηλ
AT greco
4,8
καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοος κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ
Interconfessionale
Questi sono i loro nomi: il figlio di Cur per la regione collinare di Èfraim;
4,8 i loro nomi: in realtà i vv. 8,9,10,11,13 non portano i nomi dei prefetti, ma solo quelli dei loro padri. Questo potrebbe significare che si trattava di funzioni ereditarie o che la lista è stata copiata da un documento danneggiato in cui mancavano diversi nomi.
AT greco
4,10
καί γε Ρουθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλων κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ μάρτυρες ὑμεῖς σήμερον
AT greco
4,11
καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εφραθα καὶ ἔσται ὄνομα ἐν Βαιθλεεμ
AT greco
4,12
καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρες ὃν ἔτεκεν Θαμαρ τῷ Ιουδα ἐκ τοῦ σπέρματος οὗ δώσει κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης
AT greco
4,13
καὶ ἔλαβεν Βοος τὴν Ρουθ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν καὶ ἔτεκεν υἱόν
Interconfessionale
il figlio di Gheber per la città di Ramot di Gàlaad, i villaggi della regione di Gàlaad appartenenti alla famiglia di Iair, discendente di Manasse, e per la regione di Argob, sul pianoro di Basan. Questa regione comprendeva sessanta grandi città circondate da mura, con porte fornite di spranghe di bronzo;
Interconfessionale
Gli abitanti d’Israele e della Giudea erano numerosi come la sabbia in riva al mare. Avevano da mangiare e da bere in abbondanza e vivevano felici.