Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36

2 Cronache

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 12 12,1 καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοαμ καὶ ὡς κατεκρατήθη ἐγκατέλιπεν τὰς ἐντολὰς κυρίου καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ
AT greco 12,2 καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ ὅτι ἥμαρτον ἐναντίον κυρίου
AT greco 12,3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ’ αὐτοῦ ἐξ Αἰγύπτου Λίβυες Τρωγλοδύται καὶ Αἰθίοπες
AT greco 12,4 καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν αἳ ἦσαν ἐν Ιουδα καὶ ἦλθεν εἰς Ιερουσαλημ
AT greco 12,5 καὶ Σαμαιας ὁ προφήτης ἦλθεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχθέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἶπεν αὐτοῖς οὕτως εἶπεν κύριος ὑμεῖς ἐγκατελίπετέ με κἀγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακιμ
AT greco 12,6 καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ισραηλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν δίκαιος ὁ κύριος
AT greco 12,7 καὶ ἐν τῷ ἰδεῖν κύριον ὅτι ἐνετράπησαν καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν λέγων ἐνετράπησαν οὐ καταφθερῶ αὐτούς καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ιερουσαλημ
AT greco 12,8 ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς
AT greco 12,9 καὶ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως τὰ πάντα ἔλαβεν καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησεν Σαλωμων
AT greco 12,10 καὶ ἐποίησεν Ροβοαμ θυρεοὺς χαλκοῦς ἀντ’ αὐτῶν καὶ κατέστησεν ἐπ’ αὐτὸν Σουσακιμ ἄρχοντας παρατρεχόντων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως
AT greco 12,11 καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον κυρίου εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων
AT greco 12,12 καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ’ αὐτοῦ ὀργὴ κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος καὶ γὰρ ἐν Ιουδα ἦσαν λόγοι ἀγαθοί
AT greco 12,13 καὶ κατίσχυσεν Ροβοαμ ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ ἐν τῇ πόλει ᾗ ἐξελέξατο κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ισραηλ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμα ἡ Αμμανῖτις
AT greco 12,14 καὶ ἐποίησεν τὸ πονηρόν ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον
AT greco 12,15 καὶ λόγοι Ροβοαμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαια τοῦ προφήτου καὶ Αδδω τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ καὶ ἐπολέμει Ροβοαμ τὸν Ιεροβοαμ πάσας τὰς ἡμέρας