Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36

2 Cronache

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 32 32,1 καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων καὶ ἦλθεν ἐπὶ Ιουδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς
AT greco 32,2 καὶ εἶδεν Εζεκιας ὅτι ἥκει Σενναχηριμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ιερουσαλημ
AT greco 32,3 καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν ἃ ἦν ἔξω τῆς πόλεως καὶ συνεπίσχυσαν αὐτῷ
AT greco 32,4 καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων μὴ ἔλθῃ βασιλεὺς Ασσουρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ
AT greco 32,5 καὶ κατίσχυσεν Εζεκιας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυιδ καὶ κατεσκεύασεν ὅπλα πολλά
AT greco 32,6 καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν καὶ συνήχθησαν πρὸς αὐτὸν εἰς τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων
AT greco 32,7 ἰσχύσατε καὶ ἀνδρίζεσθε μὴ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ασσουρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ’ αὐτοῦ ὅτι μεθ’ ἡμῶν πλείονες ἢ μετ’ αὐτοῦ
AT greco 32,8 μετ’ αὐτοῦ βραχίονες σάρκινοι μεθ’ ἡμῶν δὲ κύριος ὁ θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Εζεκιου βασιλέως Ιουδα
AT greco 32,9 καὶ μετὰ ταῦτα ἀπέστειλεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ αὐτὸς ἐπὶ Λαχις καὶ πᾶσα ἡ στρατιὰ μετ’ αὐτοῦ καὶ ἀπέστειλεν πρὸς Εζεκιαν βασιλέα Ιουδα καὶ πρὸς πάντα Ιουδαν τὸν ἐν Ιερουσαλημ λέγων
AT greco 32,10 οὕτως λέγει Σενναχηριμ ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ τίνι ὑμεῖς πεποίθατε καὶ κάθησθε ἐν τῇ περιοχῇ ἐν Ιερουσαλημ
AT greco 32,11 οὐχὶ Εζεκιας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων κύριος ὁ θεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως Ασσουρ
AT greco 32,12 οὐχ οὗτός ἐστιν Εζεκιας ὃς περιεῖλεν τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ λέγων κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ’ αὐτῷ θυμιάσετε
AT greco 32,13 οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου
AT greco 32,14 τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου μὴ ἠδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου ὅτι δυνήσεται ὁ θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου
AT greco 32,15 νῦν μὴ ἀπατάτω ὑμᾶς Εζεκιας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα καὶ μὴ πιστεύετε αὐτῷ ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου