Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 16 16,1 μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν
AT greco 16,2 ἐὰν πληθύνωσιν μὴ εὐφραίνου ἐπ’ αὐτοῖς εἰ μή ἐστιν φόβος κυρίου μετ’ αὐτῶν
AT greco 16,3 μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ
AT greco 16,4 ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται
AT greco 16,5 πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου
AT greco 16,6 ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή
AT greco 16,7 οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν
AT greco 16,8 οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λωτ οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν