Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 51 51,1 ἐξομολογήσομαί σοι κύριε βασιλεῦ καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου ἐξομολογοῦμαι τῷ ὀνόματί σου
AT greco 51,2 ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με
AT greco 51,3 κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου ἐκ πλειόνων θλίψεων ὧν ἔσχον
AT greco 51,4 ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός οὗ οὐκ ἐξέκαυσα
AT greco 51,5 ἐκ βάθους κοιλίας ᾅδου καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς
AT greco 51,6 βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω
AT greco 51,7 περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν
AT greco 51,8 καὶ ἐμνήσθην τοῦ ἐλέους σου κύριε καὶ τῆς ἐργασίας σου τῆς ἀπ’ αἰῶνος ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτ