Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18

4 Maccabei

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 12 12,1 ὡς δὲ καὶ οὗτος μακαρίως ἀπέθανεν καταβληθεὶς εἰς λέβητα ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος
AT greco 12,2 ὃν κατοικτίρας ὁ τύραννος καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενα πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων
AT greco 12,3 τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνᾶσιν
AT greco 12,4 σὺ δὲ εἰ μὲν μὴ πεισθείης τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας
AT greco 12,5 πεισθεὶς δὲ φίλος ἔσῃ καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων
AT greco 12,6 καὶ ταῦτα παρακαλῶν τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον
AT greco 12,7 ὁ δὲ τῆς μητρὸς τῇ Εβραΐδι φωνῇ προτρεψαμένης αὐτόν ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον
AT greco 12,8 λύσατέ μέ φησιν εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν
AT greco 12,9 καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν
AT greco 12,10 καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων
AT greco 12,11 ἀνόσιέ φησιν καὶ πάντων πονηρῶν ἀσεβέστατε τύραννε οὐκ ᾐδέσθης παρὰ τοῦ θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς τῆς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι
AT greco 12,12 ἀνθ’ ὧν ταμιεύσεταί σε ἡ δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε
AT greco 12,13 οὐκ ᾐδέσθης ἄνθρωπος ὤν θηριωδέστατε τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι
AT greco 12,14 ἀλλ’ οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν σὺ δὲ κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτεῖνας
AT greco 12,15 ὅθεν καὶ αὐτὸς ἀποθνῄσκειν μέλλων ἔφη
AT greco 12,16 οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου ἀριστείας
AT greco 12,17 ἐπικαλοῦμαι δὲ τὸν πατρῷον θεὸν ὅπως ἵλεως γένηται τῷ ἔθνει ἡμῶν
AT greco 12,18 σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται
AT greco 12,19 καὶ ταῦτα κατευξάμενος ἑαυτὸν ἔρριψε κατὰ τῶν τηγάνων καὶ οὕτως ἀπέδωκεν